Ancient Greek
2.82.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.82.3
Unproofread scanNot analysed yet
ἔτι τοίνυν τῇ ἀπείρῳ δυνάμει προσέοικεν ἢ ἀκατάληκτος κίνησις τοῦ παντὸς καὶ τῇ ἀπλότητι τῆς οὐσίας ἢ μονοειδὴς περιφορά, τῇ δὲ διαιωνίᾳ στάσει ἢ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ κέντρον περιπορευομένη τῶν ὅλων ἀνακύκλησις.