Ancient Greek
2.82.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.82.4
Unproofread scanNot analysed yet
ἔτι δὲ ὡς ἢ μία κίνησις τοῦ κόσμου πάσας περιέχει τὰς κινήσεις καὶ ἢ μία ὁλότης πάντα τὰ τε ὅλα καὶ τὰ μέρη τὰ σωματικά, καὶ ὡς ἢ μία φύσις πάσας τὰς δευτέρας καὶ τρίτας φύσεις, οὕτως τὸ ἓν σχῆμα τὸ κοσμικὸν πάντων εἶναι δεῖ σχημάτων περιληπτικόν. τοιοῦτον δὲ τὸ σφαιρικόν, ἅμα ἓν ὂν καὶ τὸ πλήθος περιέχειν δυνάμενον, ὃ δὴ θεῖόν ἐστιν ὄντως, τὸ μὴ ἐξιστάμενον τῆς ἐνότητος παντὸς τοῦ πεπληθυσμένου κρατεῖν. ἔτι πρὸς τούτοις ὡς τὸ νοητὸν ζῷον πάντα περιέχει τὰ νοητὰ ζῷα κατὰ μίαν ἔνωσιν, οὕτω καὶ