Ancient Greek
2.87.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.87.1
Unproofread scanNot analysed yet
ματος αὐτοῦ κατὰ τὸ ἕξης ἀναδιδάσκει, πρότερον εἴπομεν [p. 68, 14 ss]. ἐπειδή δὲ καὶ τοῦτο πρόεισιν εἰς τὸ πᾶν ἀπὸ τῆς δημιουργικῆς αἰτίας —διὰ τοῦτο δίδοςθαι φησιν ἐκεῖθεν αὐτό —τὸ τε διδὸν δῆλον ὅτι πολλῷ πρότερον ἔχει τοῦτο, ὁ δίδωσιν ἄλλοις, ἔστιν ἄρα καὶ ἐν τῷ δημιουργῷ τὸ σφαιρικόν, ἀλλὰ νοερῶς, ὥσπερ ἐν τῷ παντελεῖ ζῷῳ νοητῶς καὶ ἔτι πρὸ ἐκείνου κρυφίως. εἰ γὰρ δεῖ τὸ δοκοῦν εἰπεῖν, ὅπου νοῦς ἔστιν, ἐκεῖ καὶ τὸ ἴδιωμα τὸ σφαιρικόν· ἡ γὰρ νοερὰ ἐνέργεια τοιαύτην ἔχει τὴν οὐσίαν, ὁποίαν καὶ ὁ Ἀθηναῖος Ξένος [leg. X 898 AB] ἀπεῖκασεν· ἀλλ’ ὅπου μὲν ἡνωμένως καὶ νοητῶς, ὡς οἱ τὰ θεῖα σοφοὶ λέγουσιν, ὅπου δὲ νοητῶς μέν, ἀλλὰ μετὰ διαιρέσεως πλείονος νοητῆς, ὅπου δὲ μετὰ παντοίας ποικιλίας νοερῶς, ὅπου δὲ αἰσθητῶς μετὰ διαστάσεως τὸ σφαιρικὸν θεωρεῖται, καὶ τοῦτο μὲν οὐδὲ ἁπλῶς ὀνομάζεται σφαιρικόν, ἀλλὰ σφαιροειδές, ὡς μίμημα ὂν τῆς νοερᾶς ἢ νοητῆς σφαῖρας· κύκλῳ γὰρ κινεῖται καὶ τὸ πᾶν, ὅτι νοῦν μιμεῖται, τὸ δὲ νοερὸν ἢ νοητὸν πᾶν κυριώτατα ἂν εἴη σφαιρικόν, καὶ ἡ ὡντως ἀστρονομία περὶ ἐκεῖνα· τοῦτο γὰρ ἔστι τὸ οὐρανοῦ τε ὑπερ ἀστρονομῶν. καὶ μὴν καὶ τὸ ἐκ μέσου πάντη πρὸς τὰς τελευταίας ἴσον ἄπέχον ὑπάρχει μὲν καὶ τῇ αἰσθητῇ σφαίρᾳ, διότι πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου τῆς γῆς εἰσιν ἴσαι πρὸς τὰ πέρατα τῆς σφαῖρας· τὸ γὰρ πάντη τοῦ κατὰ τὰς τρεῖς διαστάσεις ἔστι σημαντικόν. ὑπάρχει δὲ καὶ τῇ μαθηματικῇ· καὶ γὰρ ἐκεῖ μέσον ἔστι καὶ διαστάσεις ἴσαι πανταχόθεν. ὑπάρχει δὲ τῷ νῷ τρόπον ἕτερον· τὸ γὰρ εἰς ἑαυτὸ συννεῦειν καὶ τὸ κατὰ πᾶν εἶναι ἑαυτῷ μόριον οἷον ὁμόχρουν καὶ τὸ πρὸς τὸ ἕν τὸ ἑαυτοῦ πάσας ἐν αὐτῷ δυνάμεις συννημένας ἔχειν, τοῦτό ἐστι τὸ ἐν τῷ νῷ σφαιρικόν. ἔτι δὲ ἄνωτέρω προιοῦν οὐδὲ διακρῖναι λοιπὸν ἔξεις τὸ κέντρον ἀπὸ τῆς σφαῖρας διὰ τὸ ἄρρητον καὶ τὸ ἡνωμένον τῆς νοερᾶς ἰδιότητος. τὸ μὲν οὖν πάσας ἐκ μέσου πάντη τὰς εὐθείας ἴσας ἔχειν τὸ