Ancient Greek
2.88.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.88.1-2
Unproofread scanNot analysed yet
σφαιρικὸν πρὸς ἀντιδιαστολὴν εἶπε τοῦ κύκλου· τούτῳ γὰρ οὐ προσήκει τὸ πάντη, δύο μόνας ἔχοντι διαστάσεις. χρῆται δὲ καὶ τῷ ἐτορνώσατο, ἐπειδὴ διὰ τοῦ τόρνου τὰ παρ’ ἡμῖν σώματα κυκλωτερῇ ἀκριβοῦται, περικόπτοντος τὰς τῶν σωμάτων ἀνωμαλίας. ὅτι δὲ καὶ τὸ ὅμοιον καὶ τὸ τέλειον μάλιστα τῷ σφαιρικῷ προσήκει, δῆλον· ἀνὰ λόγον οὖν τὸ μὲν ὅμοιον πρὸς τὸ ἕν, τὸ δὲ τέλειον πρὸς τὸ ἀγαθόν· ὥστε δι’ ἀμφοῖν εἰς τὸ πρῶτον ἀνήγαγε τὸ σφαιρικόν, ὁμοιότατον αὐτὸ καὶ τελειότατον εἰπὼν ἐπίσης τῷ ἐνικώτατον καὶ ἀγαθοειδέστατον· οὔτε γὰρ τὸ μικτὸν ὅμοιον ἢ τέλειον οὔτε τὸ εὐθύ, προσθήκην ἀεὶ δεχόμενον καὶ γεγωνιωμένον, μόνον δὲ τὸ σφαιρικὸν ὁμοιότατον καὶ τελειότατον. ἐπὶ δὲ τούτοις καὶ τὸ ὅμοιον ὅτι τοῦ ἀνομοίου κρεῖττον, ἐμφανές· ἡ μὲν γὰρ ὁμοιότης ἐνοποιός ἐστιν, ἡ δὲ ἀνομοιότης διαιρετική, καὶ ἡ μὲν τῆς ταυτοῦ συστοιχείας, ἡ δὲ τῆς θάτερον, καὶ ἡ μὲν ἀπλότητος, ἡ δὲ ποικιλίας αἰτία τοῖς πράγμασιν. ὥσπερ οὖν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν τὸ νοερὸν τοῦ ἀνοἥτου κάλλιον ἠύρισκεν ὁ τοῦ παντὸς ὑποστάτης, οὕτω δὴ καὶ τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον ἐνόμισε· καὶ γὰρ ἐν τοῖς νοητοῖς ἡ ὁμοιότης κρείττων τῆς ἀνομοιότητος, ἐν ταῖς δυνάμεσιν, ἐν ταῖς νοήσεσιν, ἐν ταῖς ἀπογεννήσεσιν. οὐδὲν καὶ θαυμάσειεν ἂν τις τῶν Πλατωνικῶν τοὺς τὴν ἑτερότητα τῆς ταυτότητος κρείττω τιθεμένους, τοῦ Πλάτωνος μυρίῳ κάλλιον εἰπόντος τοῦ ἀνομοίου τὸ ὅμοιον. ὅλως δὲ ἀνομοιότης μὲν καὶ ἐκ τῆς ὕλης παρεισδύεται πως εἰς τὰ ὄντα, ὁμοιότης δὲ ἀπὸ τῶν εἰδῶν ἔφηκε μόνην καὶ τῶν νοητῶν αἰτίων· μυρίῳ ἄρα τῆς ἀνομοιότητος καλλίων ἡ ὁμοιότης, ὥστε καὶ τῆς ἑτερότητος ἡ ταυτότης. αὕτη τοῦ Διὸς ἐστὶ κρίσις· διὰ ταύτην καὶ ἐν τῷ παντὶ τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον, ἐν οὐσίαις, ἐν κινήσεσιν, ἐν σχήμασιν, ἐν ἅπασιν τοῖς ἄλλοις· εἰκότως· καὶ γὰρ αὕτη τῶν πραγμάτων ἡ πρόοδος δι’ ὁμοιότητος ἐπιτελεῖται τῶν παραγομένων πρὸς