Ancient Greek
2.89.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.89.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] τὴν αἰτίαν τῆς παραγωγῆς, καὶ ἡ ἐπιστροφὴ πάλιν ὁμοιότητος ἄλλης ἐστὶν ἀρχηγός. εἰκότως οὖν διὰ ταῦτα καὶ ὁ κόσμος ὑπὸ τῆς ὁμοιότητος κεκράτηται, θεὸς ὢν κατ’ αὐτὸ τὸ θεῖον εἶδος. οὐδὲν δὲ τε Πλάτων ἀπὸ τῆς ὁμοιότητος ἐπεχείρησε τὸ σχῆμα τοῦ παντὸς ὁποῖον ἐστι δεῖκνυσθαι καὶ αὐτὸς ὁ Πυθαγόρειος Τίμαιος ταύτην πρῶτιστην ἀποδέδοκεν αἰτίαν τοῦ σχήματος μετὰ τοῦ καὶ φυσικὴν ὑπόμνησιν ποιήσασθαι· μόνα γὰρ ἀ σφαῖρα, φησίν [95 D], D οἷα τε ἦν ἀρεμέουσα καὶ κινουμένα ἐν τῇ αὐτῇ χώρᾳ συναρμόσασθαι, ὡς μηδὲ που ἀπολείπειν μήτ’ ἐπιλαμβάνειν ἄλλον τόπον. ὁ καὶ Ἀριστοτέλης μετὰ τούτων εἴδεν καλῶς, ὅτι, ἢν ἄλλο σχῆμα ὁποιονοῦν τῷ παντὶ περιδῆς, κενὸν ποιήσεις διὰ τὴν τῶν γωνιῶν παράλλαξιν καὶ τὴν ἐκ τοῦ μέσου τῶν ἄκρων ἄνισον ἀπόστασιν.