Ancient Greek
2.89.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.89.3
Unproofread scanNot analysed yet
Λείον δὲ δὴ κύκλῳ πᾶν ἐξωθεν αὐτὸ ἀπηκριβωτο πολλῶν χάριν [33 B]. Δόξειε μὲν ἄν τὸ αὐτὸ πάλιν ὁ λόγος ἐπανακυκλεῖν· τί γὰρ διενήνοχε τοῦ κυκλότερους τοῦτο τὸ λειὸν ἢ τί τῆς ὁμοιότητος ἐξῆλλακται; πῶς δὲ οὐ περιέχει πᾶν τοῦτο τὰ περὶ τῆς ὁμοιότητος εἰρημένα; διαφέρει δὲ ὅμως τὸ ὅλον σχῆμα θεωρεῖν ὁποῖον ἐστι, τὸ διήκον ἄχρι τοῦ κέντρου τῆς γῆς, καὶ τὸ μόνην τὴν ἐξωτάτω τοῦ παντὸς ἐπιφάνειαν αὐτὴν καθ’ ἑαυτὴν ὁρᾶν. καὶ ἐστιν, ὡς ἔοικεν, ὁ περὶ τῆς λειότητος λόγος συντείνων εἰς ἕν, τὸ δεῖξαι τὸ πᾶν οὔτε γνωστικῶν ὀργάνων οὔτε κινητικῶν μεριστῶν δεόμενον οὔδὲ εἰς ἄλλα ποιούν οὔτε ὑπ’ ἄλλων πάσχον, ἀλλ’ εἰς ἑαυτὸ καὶ ὑφ’ ἑαυτοῦ δρῶν καὶ πάσχον, πέμψαν τοῦτο δῶρον δημιουργικὸν εἰς τὸν κόσμον εἰσάγων. ἐστι δ’ οὖν ὁ περὶ τῆς λειότητος λόγος μέσος τοῦ τε περὶ τοῦ παντὸς ὀγκοῦ καὶ