Ancient Greek
2.89.29
Proclus Phil., In Platonis Timaeum Commentaria 2.89.29
Unproofread scanNot analysed yet
λειότητος λόγος μέσος τοῦ τε περὶ τοῦ παντὸς ὀγκοῦ καὶ τοῦ περὶ τῆς ψυχῆς· τὸ γὰρ προσεχὲς πέρας τοῦ σώματος ἡ λειότης ἐστί, τὸ δὲ ἐξηρημένον ἡ ψυχὴ καὶ πρὸ ταύτης ὁ νοῦς· οὗτος γὰρ καὶ αὐτῆς ὅρος τῆς ψυχῆς, καὶ πρὸ τοῦ νοῦ δὲ ἡ μία θεότης ἡ πᾶν συνέχουσα τὸ πλήθος. εἴποις μὲν ἄν οὖν καὶ τοῦτον τὸν τρόπον. ἔτι δὲ τελεώτερον, ὅτι 5 φωτοειδὲς ὂν ὅλον τὸ πᾶν κατὰ τὴν ἐπιφάνειαν τὴν ἔξω φωτεινότατόν ἐστι καὶ πλήρες τῆς θείας αἰγλῆς· διὰ τοῦτο γὰρ καὶ οἱ ποιηταὶ τὸν Ὄλυμπον ἐπ’ ἄκρου τοῦ κόσμου τάπτουσιν, ὁλοφαῆ τοῦτον ὄντα καὶ αὐτοφῶς· ἀλλὰ μάλ’ αἴθρη 10 πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἰγλή. τῆς δὲ φωτεινῆς ταύτης ὑποστάσεως ἡ λειότης σύμβολον. διὰ τί οὖν λεῖα τὰ ἄκρα τοῦ παντός; πολλῶν χάριν, φησίν· ἵνα γὰρ συνάπτηται πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτοφυῶς καὶ ἐναρμόζεται πρὸς τὰ ὑπερκόσμια φῶτα διὰ 15 τῆς πρὸς αὐτὰ ὁμοιότητος. ἔστιν οὖν ἡ λειότης ἄκρας ἐπιΓ τηδειότητος σημαντική, δι’ ἧς δέχεσθαι δύναται τὸ πᾶν τὰς ἀπὸ νοῦ καὶ ψυχῆς ἐλλάμψεις, ὥσπερ δὴ τὰ ἔνοπτρα τὰς ἐμφάσεις ὑποδέχεται κατὰ τὴν λειότητα τὴν ἑαυτῶν. πάλαι δὲ καὶ τοῖς θεολόγοις τὸ ἔσοπτρον ἐπιτηδειότητος παρεί- 20 ληπται σύμβολον πρὸς τὴν νοερὰν ἀποπλήρωσιν τοῦ παντός· διὸ καὶ τὸν Ἥφαιστον ἔσοπτρόν φασι ποιῆσαι τῷ Διονύσῳ, εἰς ὃ ἐμβλέψας ὁ θεὸς καὶ εἴδωλον ἑαυτοῦ θεασάμενος προῆλθεν εἰς ὅλην τὴν μεριστὴν δημιουργίαν. ἐκείνης οὖν τῆς ἔσοπροειδοῦς κατασκευῆς ἀναμιμνῄσκειν ἄν ἡμᾶς εἴποις καὶ 25 164 τὴν νυνὶ λεγομένην τῆς ἔκτὸς ἐπιφανείας τοῦ κόσμου λειότητα. πᾶν δ’ οὖν τὸ σωματικὸν τοιοῦτον, ἔξωθεν λεῖον, καθὸ καὶ συμφύεται τῷ τε νῷ τῷ ἑαυτοῦ καὶ τῷ δημιουργῷ, διὸ καὶ οἱ ποιηταὶ τὸν δημιουργὸν ἐπ’ ἄκρας ἰδρύουσι τῆς τοῦ κόσμου κορυφῆς· τοσαύτην ἐπιτηδειότητα ἔλαχεν ἀπ’ αὐ- 30 τοῦ πρὸς τὴν μετουσίαν τῶν νοητῶν αἰτίων. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον ἡ λειότης αὐτὴ σύμβολόν ἐστι τῆς θείας καὶ ἀπλῆς ἐν τῷ κόσμῳ ζωῆς. ἡμεῖς μὲν οὖν, ἐπειδὴ <pg>164</pg>