Ancient Greek
2.91.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.91.1-2
Unproofread scanNot analysed yet
μεριστὴν εἴχομεν ζωήν, καὶ τὰ μόρια τοῦ σώματος ἔχομεν πολύμορφα καὶ πολυμιγῆ, διότι πρὸς ἄλλην καὶ ἄλλην ζῴην ἄλλα παρεσκευάσται παρὰ τῆς φύσεως· τὸ δὲ πᾶν μίαν ἔχει καὶ ἀπλῆν ζωήν· ὧν γὰρ τὰ περίγεια ζῷα δεδέηται διὰ τὴν ἔνυλον καὶ μεριστὴν ζωήν, τούτων καθαρεύει τὸ πᾶν. μιᾶς οὖν ζωῆς ἐστὶ δεκτικόν, τῆς δὲ ποικίλης ἐξήρηται, καὶ πρὸς μίαν παρεσκευάσται ζωήν, τῆς δὲ διηρημένης ἀδεκτόν ἐστιν· καὶ διὰ τοῦτο λέγεται λεῖον ἐξωθεν ἀπηκριβώσθαι, διότι συνήμοσται παρὰ τῆς δημιουργικῆς αἰτίας ἐπιτηδείως πρὸς τὸ μίαν ἐπιδέξασθαι ζωήν, ὡς ὄργανον τοιαύτης κατεσκευασμένον. τοῦτο δὲ σημαντικὰ καὶ τὰ ἔφεξης.