Ancient Greek
2.90.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.90.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] τοῦ περὶ τῆς ψυχῆς· τὸ γὰρ προσεχὲς πέρας τοῦ σώματος ἡ λειότης ἐστί, τὸ δὲ ἐξηρημένον ἡ ψυχὴ καὶ πρὸ ταύτης ὁ νοῦς· οὗτος γὰρ καὶ αὐτῆς ὄρος τῆς ψυχῆς, καὶ πρὸ τοῦ νοῦ δὲ ἡ μία θεότης ἡ πᾶν συνέχουσα τὸ πλήθος. εἴποις μὲν ἄν οὖν καὶ τοῦτον τὸν τρόπον. ἔτι δὲ τελειώτερον, ὅτι 5 φωτοειδὲς ὂν ὅλον τὸ πᾶν κατὰ τὴν ἐπιφάνειαν τὴν ἔξω φωτεινότατόν ἐστι καὶ πλήρες τῆς θείας αἰγλῆς· διὰ τοῦτο γὰρ καὶ οἱ ποιηταὶ τὸν Ὀλυμπὸν ἐπ’ ἄκρου τοῦ κόσμου τάττουσιν, ὁλοφᾶν τούτων ὄντα καὶ αὐτοφῶς·