Ancient Greek
2.90.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.90.3
Unproofread scanNot analysed yet
ἀλλὰ μᾶλ’ αἰθήρῃ 10 πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἰγλή. τῆς δὲ φωτεινῆς ταύτης ὑποστάσεως ἡ λειότης σύμβολον. διὰ τί οὖν λεία τὰ ἄκρα τοῦ παντός; πολλῶν χάριν, φησίν· ἵνα γὰρ συνάπτηται πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτοφυῶς καὶ ἐναρμόζηται πρὸς τὰ ὑπερκόσμια φῶτα διὰ 15 τῆς πρὸς αὐτὰ ὁμοιότητος. ἔστιν οὖν ἡ λειότης ἄκρας ἐπιΓ τηδειότητος σημαντική, δι’ ἧς δέχεσθαι δύναται τὸ πᾶν τὰς ἀπὸ νοῦ καὶ ψυχῆς ἐλλάμψεις, ὥσπερ δὴ τὰ ἐνοπτρα τὰς ἐμφάσεις ὑποδέχεται κατὰ τὴν λειότητα τὴν ἑαυτῶν. πάλαι δὲ καὶ τοῖς θεολόγοις τὸ ἔσοπτρον ἐπιτηδειότητος παρεῖ- 20 ληπται σύμβολον πρὸς τὴν νοερὰν ἀποπλήρωσιν τοῦ παντός· διὸ καὶ τὸν Ἥφαιστον ἔσοπτρόν φασί ποιῆσαι τῷ Διονύσῳ, εἰς ὃ ἐμβλέψας ὁ θεὸς καὶ εἴδωλον ἑαυτοῦ θεασάμενος προῆλθεν εἰς ὅλην τὴν μεριστὴν δημιουργίαν. ἐκείνης οὖν τῆς ἔσοπροειδοῦς κατασκευῆς ἀναμνησθεῖν ἂν ἡμᾶς εἴποις καὶ 25 164 τὴν νυνὶ λεγομένην τῆς ἔκτὸς ἐπιφανείας τοῦ κόσμου λειότητα. πᾶν δ’ οὖν τὸ σωματικὸν τοιούτον, ἔξωθεν λεῖον, καθὼ καὶ συμφύεται τῷ τε νῷ τῷ ἑαυτοῦ καὶ τῷ δημιουργῷ, διὸ καὶ οἱ ποιηταὶ τὸν δημιουργὸν ἐπ’ ἄκρας ἐδρύουσι τῆς τοῦ κόσμου κορυφῆς· τοσαύτην ἐπιτηδειότητα ἔλαχεν ἀπ’ αὐ- 30 τοῦ πρὸς τὴν μετουσίαν τῶν νοητῶν αἰτίων. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον ἡ λειότης αὕτη σύμβολόν ἐστι τῆς θείας καὶ ἀπλῆς ἐν τῷ κόσμῳ ζωῆς. ἡμεῖς μὲν οὖν, ἐπειδὴ