Ancient Greek
2.97.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.97.1-2
Unproofread scanNot analysed yet
τοῦ παντὸς δόγματος. ἐπέλθωμεν δὲ καὶ τοῖς καθ’ ἕκαστον. πρῶτον τοίνυν δαιμονίως τὴν τῆς ὀσφρήσεως χρείαν εἰς ἀναπνοὴν ἀνῆγεγκεν, ἀλλ’ οὐχ εἰς τὴν τῶν εὐωδῶν διάκρισιν, περιεκτικωτέραν αἰτίαν ὡς ἐν τοῖς ἀναπνεοῦσιν ἡμῖν οὖσαν ἀποδιδούς· ὅταν μὲν γὰρ εὐωδίας ἢ δυσωδίας αἰσθανώμεθα, ἀναπνεόμεν, οὐχ ὅταν δὲ ἀναπνέωμεν, πάντως ἐκείνοις περιπίπτομεν. φυσικώτερον οὖν ἡ ἀναπνοὴ καὶ περιληπτικώτερον τῶν ἰδίων ὀσφραντῶν· ἐπεὶ καὶ ὅσα τῶν ζῴων ὀσφραίνεται μὲν, οὐχ ἀναπνεῖ δὲ τῷ πνεύμονα μὴ ἔχειν, F 10 ἀτελέστερα τῶν ἀναπνεόντων ἐστίν. εἰκότως οὖν ἀπὸ τῶν τελειοτέρων πεποίηται τὴν ἐπιχείρησιν, ὡς, εἰ εἶχεν ὀσφρησιν τὸ πᾶν, δέοντος οὕτως αὐτὸ ταύτην ἔχειν, ὡς ἔχει τὰ τελειότερα τῶν ὀσφραινομένων, οἷς ὑπάρχει καὶ τὸ ἀναπνεῖν. δεύτερον τὴν τῆς γεύσεως χρείαν εἰς τροφὴν ἐπανῆγεγκε· 15 ταύτην γὰρ κριτήριον ἡ φύσις ἐπέστησε τοῖς χυμοῖς, δι’ ὧν αἱ τροφαὶ καὶ αὔξησεις· τὸ γὰρ ἐξικμασμένην τούτου δηλωτικόν ἐστιν. ὁ δὲ κόσμος οὐ δεῖται τροφῆς ἔξωθεν, ἀλλ’ αὐτὸς ἑαυτῷ παρέχεται τροφὴν καὶ αὐξῶν ἑαυτὸν καὶ 166 φθίσιν ἑαυτῷ παρέχων· πρῶτον μὲν, εἰ βούλει, κατὰ τὴν 20 εἰς δύο διαίρεσιν, αὐξοντος μὲν πάντα τοῦ οὐρανοῦ καὶ μεταβάλλοντος, αὐξομένων δὲ καὶ φθινόντων τῶν ὑπὸ σελήνην· ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ ἐστιν, ἑκατέρας δὲ ἐστὶ τοῦ οὐρανοῦ κίνησις αἰτία. ἔπειτα καὶ αὐτῶν τῶν οὐρανίων ἀνὰ λόγον κατὰ τὰς κινήσεις τὴν τε αὔξησιν καὶ 25 τὴν φθίσιν δεχομένων κατὰ τὰς ἀνατολὰς καὶ δύσεις καὶ τὰς ἐκφάνσεις καὶ κρύψεις ὑψώσεις τε καὶ ταπεινώσεις φωτισμοὺς τε καὶ μεταβολὰς τοῦ φωτός, δι’ ὧν καὶ τὰ οὐράνια προσλαμβάνει τι καὶ ἀποβάλλει, καθάπερ καὶ τὰ ὑπὸ τὸν οὐρανόν· ἀπὸ γὰρ τούτων τρέπεται καὶ ἡ γένεσις. καὶ ὅρᾷς 30 πάλιν, ὅτι τὰ μὲν ὑπὲρ σελήνην κατ’ ἀναλογίαν μόνην ἔχει τὴν αὔξησιν καὶ φθίσιν, τὰ δὲ ὑπὸ σελήνην κατὰ τὴν οὐσίαν ἐστίν ἀμφοτέρων δεκτικά, ἡ δὲ σελήνη μεταξὺ τούτων ἐστὶ καὶ ὄντως ἰσθμός, ἀρχὴν μεταβολῆς ἐν ἑαυτῇ δεικνύ-