Ancient Greek
2.98.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.98.1-2
Unproofread scanNot analysed yet
B οὐσα κατὰ τὴν αὔξησιν τε καὶ μείωσιν τοῦ φωτός· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτῆς ἔμενε κατὰ τὴν αὔξησιν καὶ τὴν φθίσιν τὸ αὐτὸ παντελῶς εἶδος· ἐπὶ δὲ τῶν μετ’ αὐτὴν καὶ αὐτὸ τὸ εἶναι πάντη πέφυκε μεταρρεῖν· ἐν αὐτῇ δὲ τῆς οὐσίας μενούσης μεταβάλλεται τὸ ἔξωθεν φῶς κατὰ μείωσιν καὶ αὔξησιν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὑπὲρ αὐτὴν φωτισμῶν. οὐκ ἄρα δεῖ λέγειν τρέφεσθαι τὰ οὐράνια ἐκ τῶν ἀναθυμιώσεων, ὡς οἴονται τινες· τὰ γὰρ δεόμενα τῆς ἔξωθεν ἐπιρροῆς καὶ προσθήκην δεχόμενα καὶ ἀφαιρέσιν οὐκ ἄλυτους ἔχει τοὺς δεσμούς. ἄτρεπτα ἄρα μένει τὰ οὐράνια, ὥσπερ δή τῶν μὲν ἀρχαίων Πρόκλος τε ὁ Μαλλώτης καὶ Φιλωνίδης εἴρηκασιν, τῶν δὲ νεωτέρων οἱ ἀπὸ Πλωτίνου πάντες Πλατωνικοί. καὶ γὰρ οὐδέπω γένεσιν ἡμῖν οὐρανοῦ καὶ ἀστρῶν παραδοὺς πῶς ἔμελλε περὶ τροφῆς αὐτῶν ποι-εῖσθαι λόγον; καὶ ἔοικε μόνα τὰ στοιχεῖα νῦν ἀπογεννήσας καὶ ἰδὼν ταῦτα καὶ δι’ ἀλλήλων πεφοιτηκὼτα καὶ πάντα ὄντα ἐν πᾶσι ταύτην τὴν δι’ ἀλλήλων δίξιν ἀποκαλέσαι τροφὴν τοῦ παντὸς αὐτοῦ ὑφ’ ἑαυτοῦ <πάσχοντος> καὶ δράν-C τος εἰς ἑαυτὸ τῷ μεταδιδόναι πᾶσι πάντων ἐξ ὧν ἔστιν· ὡς ὅταν γε καὶ τὰ ἄλλα ὑποστήσῃ τὰ οὐράνια, τότε καὶ τοὺς φωτισμοὺς εἰσοίσει καὶ τὴν διὰ τούτων κοινωνίαν πρὸς ἄλ-ληλα τῶν πάντων. μόνην δ’ οὖν τὴν ἐκ τῶν τεττάρων ὁρῶν τοῦ παντὸς στοιχείων σύστασιν, ἐπειδήπερ ἔωρα τινὰς ἐν τούτοις κοινωνίας ἀλλήλων, εἶπε τὴν ἄλλων φθίσιν ἄλλων εἶναι τοῦ παντὸς μερῶν τροφήν, τίνων δὲ ἐκάτερα, νῦν οὐπω δῆλον, τοσοῦτον δὲ καὶ νῦν δῆλον, ὅτι πάντα ἀλλή-λοις μεταδίδωσιν, ἵν’ ἐν γένηται τὸ πᾶν, καὶ ἐν ἀλλήλοις ἔστιν, ὥστε ἄλληλα τρέφει, καὶ τοῦτ’ οὐ σὺν ἐλαττώσει τῇ ἑαυτῶν· καὶ γὰρ ἐν γῇ πάντα καὶ ἐν πυρὶ πάντα καὶ ἐν τοῖς μέσοις πάντα, καὶ οὕτως <ὁ> ὅλος κόσμος τοῖς ἑαυτοῦ μέρεσιν ὑφ’ ἑαυτοῦ τρέφεται, πάντα ἐν πᾶσιν ἔχων. ἔτι