Ancient Greek
3.102.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.102.2
Unproofread scanNot analysed yet
Νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτω καὶ διὰ ταῦτα ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος, μὴν δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἐπικαταλάβῃ τὸν ἥλιον, ἔνιαυτὸς δὲ ὅπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασι χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρημένας, πεποικιλμένας δὲ θαυμαστῶς [39BCD].