Ancient Greek
3.102.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.102.3
Unproofread scanNot analysed yet
Διὰ τὴν τοῦ φωτὸς γένεσιν νύκτες καὶ ἡμέραι τὴν πάροδον ἔχουσι, καὶ τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον τούτοις διήρηται τοῖς διαστήμασι· ἔστι γάρ, φησίν, ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος ἡμέρα καὶ νὺξ, οὐ τὴν ἀπλανῆ λέγων μίαν καὶ φρονιμωτάτην κύκλῃσιν καὶ ταύτης τὴν περίοδον νύκτα καὶ ἡμέραν, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ μίαν μὲν κύκλῃσιν καὶ φρονιμωτάτην τὴν τοῦ ταυτοῦ κύκλου νόησιν, περίοδον δὲ ταύτης τὴν τῆς ἀπλανοῦς περιφοράν, ἣν ἐκείνη περιάγει· καὶ γὰρ ἡ κύκλῃσις ἐνέργειά ἐστι καὶ ἡ περίοδος, ἀλλ’ ἡ μὲν ἀρχικωτέρα, ἡ δὲ ἀποτέλεσμα ἐκείνης, μιμουμένη τὴν κύκλῃσιν. νυχθήμερον μὲν οὖν τοῦτό ἐστιν, ἐκ δὲ τούτου μετροῦνται καὶ ἔνιαυτοι καὶ μῆνες· τοῖς γὰρ ἐλάττοσι διαστήμασι μετροῦμεν τὰ μεῖζω, ὥσπερ καὶ τοῖς ἐνιαυτοῖς τὸν ὅλον χρόνον τὸν ἀποκαταστατικὸν τοῦ κόσμου παντός. καὶ δεῖ ἐφιστάνειν τῇ ἰδιότητι τούτων, ὅπως μέση ἐστὶ τῶν τε μοναδικῶν εἴδων καὶ τῶν ἐν πολλοῖς ὑφισταμένων τοῖς ἀτόμοις· τὰ μὲν γὰρ ἐν ἑνὶ ἐστιν, ἀλλ’ ἀεὶ τῷ αὐτῷ κατ’ ἀριθμόν, τὰ δὲ ἐν ἄλλοις καὶ ἄλλοις κατ’ ἀριθμόν, ἀλλὰ πλείοσιν, ἔνιαυτὸς δὲ καὶ μὴν ἐν ἑνὶ μὲν ἀεὶ κατ’ ἀριθμόν, ἄλλοτε δὲ ἄλλῳ κατ’ ἀριθμὸν διὰ τὴν κατὰ κύκλον ἀλλήλων τῶν ἀτόμων