Ancient Greek
3.108.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.108.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39D] ἐλάσσῳ μετρεῖ, τούτῳ πολλαπλασιάζουσι τὸν μείζονα, καθ’ ὃν δὲ τὸν μείζονα, τούτῳ τὸν ἐλάσσονα, καὶ ἔχουσι τὸν αὐτὸν ὑπ’ ἀμφοτέρων τῶν πολλαπλασιασμῶν κοινὸν τῆς ἀμφοτέρων ἀποκαταστάσεως χρόνον, ὅστις καὶ μετρεῖται ὑπὸ ἀμφοτέρων ἐκείνων. οὕτοι μὲν οὖν τοιαῦτα ἅττα φασίν. οὐ δεῖ δὲ τοῦτον αὐτὸν τρόπον μόνον ψιλῶς θεωρεῖν τὸν ὅλον ἐγκόσμιον χρόνον, ἀλλὰ τῷ νῷ καὶ τῇ διανοίᾳ καθορᾶν ἐπιστημονικῶς ἕνα ἀριθμὸν καὶ μίαν δύναμιν ἀνελιττομένην καὶ μίαν τελεσιουργὸν πρόοδον διατείνουσαν ἐπὶ πάντα τὸν βίον τοῦ κόσμου, καὶ τοῦτον προϊόντα τε εἰς τέλος καὶ ἀνακάμπτοντα ἐπ’ ἀρχὴν καὶ εἰς ἑαυτὸν συννεύοντα καὶ διὰ τοῦτο καὶ τὴν μετρουμένην κίνησιν ποιοῦντα κυκλικήν· ὥσπερ γὰρ ἡ μονὰς τὴν ἀπειρίαν δρᾷζει τοῦ ἀριθμοῦ καὶ προκαταλαμβάνει τὴν ἀοριστίαν τῆς δυάδος, οὕτω καὶ ὁ χρόνος μετρεῖ τὴν ὅλην κίνησιν καὶ τὸ τέλος αὐτῆς ἐπιστρέφει πρὸς τὴν ἀρχήν. διὸ καὶ ὁ ἀριθμὸς ἐπονομάζεται καὶ τέλειος· ἀριθμὸς γὰρ καὶ ὁ μὴν καὶ ὁ ἔνιαυτός, ἀλλ’ οὐ τέλειος· μόρια γὰρ ἐστὶν ἄλλων· ὁ δὲ τῆς τοῦ παντὸς περιόδου χρόνος τέλειος, ὅτι μορίων ἐστὶν οὐδενός, ἀλλ’ ὅλος, ἵνα μιμήται τὸν αἰῶνα· πρῶτως γὰρ ἡ ὁλότης ἐκεῖνος, ἀλλ’ ὁ μὲν τὴν ὁλότητα ὁμοῦ πᾶσαν ἐπιφέρει τοῖς οὖσιν, ὁ δὲ χρόνος μετὰ παρατάξεως· ἀνέλιξις γὰρ ἐστὶν ἡ ὁλότης ἡ χρονικὴ τῆς ἐν ἐκείνῳ συνεχῃπεριamevws μενούσης ὁλότητος. μετρεῖ δὴ οὖν ὁ ὅλος χρόνος ὁ ἐγκόσμιος τὴν μίαν ζωὴν τοῦ παντός, καθ’ ἣν πάντα συμπεραίνεται τὰ τάχη τῶν κύκλων τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ σελήνην (εἰσὶ γὰρ καὶ ἐν τούτοις περίοδοι καὶ ἀποκαταστάσεις), ἔχοντα κεφαλὴν τὴν ταύτου φοράν· ὡς γὰρ ἐπ’ ἀρχὴν ἐκεῖνην ἀνάγεται, διότι δὴ πασῶν ἐστιν ἀπλουστάτη· καὶ γὰρ αἱ ἀποκαταστάσεις θεωροῦνται πρὸς τὰ αὐτῆς σημεία, οἷον ὅτι πάντες ἀποκατέστησαν περὶ τὸ ἰσημερινὸν σημεῖον ἢ περὶ τὸ θερινὸν τροπικόν, ἢ, εἰ καὶ μὴ κατὰ τὸ αὐτὸ νοοῖτο ἡ συναποκατάστασις, ἀλλὰ πρὸς τὸ αὐτὸ οἷον ἀνατέλλον ἢ μεσουρανοῦν, πάντες