Ancient Greek
3.109.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.109.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39D] ἔχουσι σχῆμα τοιόνδε πρὸς αὐτό· καὶ γὰρ νῦν πάντως ἐστὶ πάντων ἡ παροῦσα τάξις ἀποκατάστασίς τις, ἀλλ’ οὐ περὶ τὸ αὐτό, ἀλλὰ πρὸς τὸ αὐτὸ τῆς συσχηματίσεως ὁρωμένης, γέγονε δὲ ποτε καὶ περὶ ταὐτὸν καὶ καθ’ ἕν τι σημεῖον, καθὸ πάλιν εἰ γένοιτο, τέλος ἔξει ὁ πᾶς χρόνος. καὶ ἔοικε μία τις μνημονεύεσθαι ἀποκατάστασις, διὸ καὶ λέγουσι δωδεκάκοντὸν εἶναι τοῦ κόσμου τὸν Καρκίνον, καὶ καλοῦσι τὸν ἐνιαυτὸν τοῦτον κυνικόν, διότι τῷ Καρκίνῳ συνανατέλλει τῶν ἀπλανῶν λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνός. πάλιν οὖν ἐὰν κατὰ ταὐτὸν τοῦ Καρκίνου σημεῖον συνδράμωσιν, ἔσται περίοδος αὕτη μία τοῦ παντός· ἔαν δὲ Καρκίνῳ τῆς ἀποκαταστάσεως γενομένης περὶ τὸ ἰσημερινὸν ἄλλῃ γένηται πάλιν, οὐκ ἔσται αὕτη περίοδος (οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ γέγονεν), ἀλλ’ ἢ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸ ἰσημερινὸν καὶ ἢ ἀπὸ τοῦ θερινοῦ εἰς τὸ θερινόν, καὶ ἴσος ὁδε ἀριθμὸς ἐκείνῳ καὶ ὁ χρόνος τῷ χρόνῳ· μία γὰρ ἐστὶ περίοδος ἑκάτερος αὐτῶν καὶ ὁρισται κατὰ τὸ ποσὸν διὰ τὴν τάξιν τῶν κινουμένων. ταῦτα καὶ περὶ τοῦ ἑνὸς χρόνου τοῦ πάσας τὰς κινήσεις τὰς σωματικὰς μετροῦντος, ὥσπερ κόσμος μετρεῖ καὶ τὰς ψυχικάς, ὡς ὁ αἰὼν τὰς νοερὰς ῥωάς. καὶ δῆλον ἐκ τῶν εἰρημένων, τίς τέ ἐστι καὶ πόθεν ὑφίσταται καὶ τίνα παρέχεται συντέλειαν τῷ παντὶ. πλὴν προσκείσθω τοῖς εἰρημένοις, ὅτι τοῦτον τὸν τέλειον ἀριθμὸν ἐκεῖνον τοῦ ἐν Πολιτείᾳ [VIII 546B] ῥηθέντος, ὃς τὴν παντὸς τοῦ θελοῦ γεννητοῦ περιλαμβάνει περίοδον, οἰκτέον διαφέρειν, μερικώτερον ὄντα καὶ μόνον τῶν ὑπὸ περιόδων ἀποκαταστατικῶν· ἐκεῖνος γὰρ καὶ τῶν ἐν τοῖς ἀπλανέσι κινήσεων ἰδίων καὶ τῶν ἐν πᾶσι ἀπλῶς τοῖς ἐν οὐρανῷ κινουμένοις ἀφανῶς ἢ ἐμφανῶς, θείοις γένεσιν ἢ μετὰ θεούς, καὶ τῶν ἐν τοῖς ὑπὸ σελήνην μακροπορωτέρων ἢ βραχυ-