Ancient Greek
3.111.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.111.1
Unproofread scanNot analysed yet
τινὸς μετέχον ὅλης αὐτοῦ μεταλαγχάνει τῆς δόσεως), οὕτω δὴ καὶ ὁ κόσμος πρὸς τὸν ἅπαντα ζῇ χρόνον καὶ καθ’ ὅλον ζῇ τὸν τέλειον ἀριθμόν, διὸ δὴ καὶ ἀίδιός ἐστι· πᾶν γὰρ τὸ τὴν ὅλην ἀνέλιξιν τοῦ χρόνου διαρκεῖν δυνάμενον ἀνώλεθρόν ἐστιν. ὅλος δέ ἐστι χρόνος ὁ τέλειος ἀριθμὸς τῆς τοῦ παντὸς ἀποκαταστάσεως, ὥσπερ ὑπέμνησται πολλάκις. ἔτι δὲ κάκεινο ληπτέον ἀπὸ τῶν προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων, οἷον οἱ ἀπὸ τῆς Στοᾶς [II frg. 521 v. Arn.] ὑπέλαβον ἢ τῶν ἐκ τοῦ Περιπάτου πολλοί, οἱ μὲν κατ’ ἐπίνοιαν ψιλὴν αὐτὸν συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος (ἐν γὰρ ἦν τῶν παρ’ αὐτοῖς ἀσωμάτων ὁ χρόνος, ὃ δὲ καταπεφρόνηται παρ’ αὐτοῖς ὡς ἄδρανὴ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις ὑφιστάμενα φιλαῖς), οἱ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγοντες. ποίας κινήσεως; πότερον τῆς συνεχούς; ἀλλὰ πανταχοῦ ὁ χρόνος, ἡ δὴ κίνησις ἐν τοῖς κινουμένοις. ἀλλὰ πάσης; πολλοὶ οὖν οἱ χρόνοι. καὶ τίς αὐτῶν ἡ μονάς; πῶς δὲ καὶ τὸ ἀριθμητὸν τῆς κινήσεως; ἐν σχέσει γὰρ οὕτως ἔσται καὶ τῶν πρὸς τι ὁ χρόνος, καὶ τοῦ ἀριθμοῦντος οὐκ ὄντος οὐδὲ ὁ χρόνος ἔσται. ταῦτ’ οὖν ἅπαντα ἀνάξια ὄντα τῆς περὶ χρόνου θεωρίας ὁ Πλάτων κατιδὼν ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν θεῶν ὑφίστησι τὸν χρόνον ὑπερκόσμιον ὄντα νοῦν, συνέχοντα μὲν τὴν ψυχικὴν ζωὴν πᾶσαν, μετροῦντα δὲ τὰς ψυχικὰς καὶ σωματικὰς περιόδους, τελεσιουργοῦντα δὲ τὴν εἰς παράτασιν προιοῦσαν αὐτῶν κίνησιν, καὶ ἀπὸ τῆς μονάδος ταύτης διαφόρους ὑφίστησι χρόνους κατὰ τε τριάδα καὶ ἑπτάδα καὶ τούτους πάντας περὶ ἕνα χρόνον παράγει τὸν μετροῦντα τὴν μίαν ζωὴν τοῦ παντός, καὶ τοσαύτην ἀξίαν ἀποδίδωσι τῷ χρόνῳ καὶ δύναμιν, ὥστε ὁμοιότερον δι’ αὐτοῦ πρὸς τὸ παράδειγμα ποιεῖ τὸν κόσμον καὶ ἕνεκα τῆς τούτου γενέσεως ἀπογεννᾷ καὶ ἥλιον καὶ τοὺς ἄλλους κοσμοκράτορας ὡς προκαλουμένους μὲν τὸν ἄφαννὴ χρόνον καὶ ἐκφαίνοντας καὶ μεριζομένους αὐτὸν καὶ διαιροῦντας καὶ ἀεὶ ὡσαύτως συνελίσσοντας. ἐπειδή δὲ τὰ