Ancient Greek
3.111.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.111.2
Unproofread scanNot analysed yet
33 καὶ μερίζοντας D :καὶ μεριζομένους δὲ ci s πλανητὰ δι’ οὐρανοῦ πορευόμενά φησιν ἐσχηκέναι τροπᾶς, ἐπεστήσαμεν, μήποτε τὴν τούτων κίνησιν ποικίλην οἴεται εἶναι, περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένων, καὶ κατὰ μῆκος δὲ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος τρεπομένων αὐτῶν διὰ τοῦ οὐρανοῦ, τούτεστι διὰ τῶν οἰκείων σφαιρῶν, αἱ εἰσι τοῦ οὐρανοῦ μερίδες συμπληροῦσαι τὸν ὅλον οὐρανόν· οὐ γὰρ εἶπεν αὐτὰ ‘ἐν τῷ οὐρανῷ’ φέρεσθαι ὡς ἂν τὸν αὐτὸν κατέχοντα τόπον, ἀλλὰ ‘διὰ τοῦ οὐρανοῦ’, ὡς ἂν διὰ τῶν ἀφίδων κινούμενα καὶ ὅλα μεθιστάμενα κατὰ τόπον πρὸς τῷ ἀεὶ καὶ περὶ τὰ κέντρα τὰ ἑαυτῶν φέρεσθαι, ἵν’ ἔχῃ μικτὴν τινὰ κίνησιν, ὥσπερ δὴ καὶ ἔστι μέσα τῶν ἀπλανῶν τῶν ἀεὶ τὸν αὐτὸν κατεχόντων τόπον καὶ τῶν ὑπὸ σελήνην μὴ κινουμένων περὶ τι μέσον. ἤδη τοίνυν φανερόν, ὅτι κατ’ αὐτὸν ὁμόκεντροι μὲν εἰσιν αἱ σφαῖραι πᾶσαι καὶ ἔχουσι κέντρον τῷ παντὶ ταὐτόν, ἡ δὲ φαινομένη τῶν κινήσεων ἀνωμαλία κατὰ τοὺς ἑπτὰ παρὰ τὴν αὐτῶν γίνεται τροπὴν παντοίως μεταβαλλόντων τὴν κίνησιν, προστιθέντων αὐτῶν, ἀφαιρούντων αὐτῶν, προποδιζόντων αὐτῶν, ὑψουμένων, προσγειῶν γιγνομένων ἄνευ τῶν μεμηχανημένων ἐπικύκλων· καὶ γὰρ οὐδενὸς τοιούτου πεποίηται μνήμην αὐτός, καὶ ἡ φύσις ἀπαιτεῖ τὸ μέσον πανταχοῦ. μέσον δὲ πάντων τῶν ὁμαλῶν καὶ τεταγμένων καὶ τῶν ἀνωμάλων καὶ ἀτάκτων ἐστὶν ὁ καὶ ἀνώμαλόν ἐστι καὶ τεταγμένον, οἷον δὴ ἐστι τὸ τῶν πλανωμένων τῆς κινήσεως εἶδος τὴν ἀνωμαλίαν ἀνταποδιδὸν κατὰ τινὰ τάξιν ἀεὶ τὴν αὐτὴν τοῦ τε τάχους καὶ τῆς βραδυτητος καὶ τῆς ἐπὶ τὰ αὐτὰ ἢ τὰ ἐναντία τροπῆς. εἰ δέ τινες ἢ ἐπικύκλοις ἐχρήσαντό τισιν ἢ ἐκκέντροις, ὁμαλεῖς ὑποθέμενοι κινήσεις, ἵν’ ἔχοιεν εὑρίσκειν τοὺς ἀριθμοὺς τῶν κινήσεων κατ’ ἐπισύνθεσιν τούτων, ὧν οἱ ἐπίκυκλοι κινοῦνται καὶ οἱ ἐκκεντροι καὶ ὧν οἱ ἀστέρες ἐπ’ αὐτῶν, καλὴ μὲν ἡ ἐπίνοια καὶ ψυχαῖς ἐμπρέπουσα λογικαῖς, τῆς δὲ τῶν ὅλων ἄστοχοι φύσεως, ἧς μόνος ἀντελάβετο Πλάτων.