Ancient Greek
3.119.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.119.2
Unproofread scanNot analysed yet
τὸ ὁρώμενον, ἵνα ἔξω ἢ, ἀλλὰ πρὸ αὐτοῦ. τὰ δὲ θειότερα νοητὰ ὑπὸ τῶν κοιλοτέρων ὡς ἐν αὐτοῖς ὄντα νοεῖται· ὅπου γε καὶ ἡ ψυχὴ εἰς ἑαυτὴν εἰσιδοῦσα πάντα εὐλόγως λέγεται τὰ ὄντα, Θεόν τε καὶ φρόνησιν, φησὶν ὁ Σωκράτης [Alc. I 133C], καὶ πρὸ τοῦ δημιουργοῦ τοῦνυν τὸ αὐτοζῶον καὶ οὐκ ἔξω αὐτοῦ, κάκει μέν ὁλικῶς πάντα καὶ νοητῶς, ἐν τῷ δημιουργῷ δὲ νοερῶς καὶ διηρημένως· ἐν τούτῳ γὰρ ἡλίου καὶ σελήνης αἰτία προὔφεσθηκε διωρισμένα καὶ οὐ μόνον ἡ μία τῶν οὐρανίων θεῶν ἰδέα πάντων ὑποστατικὴ τῶν οὐρανίων γενῶν· ὅθεν καὶ τὰ λόγια [or. chald. 24, 10s] τὰς δημιουργικὰς σμῆνεσσιν ἐοικυίας φέρεσθαι λέγει