Ancient Greek
3.119.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.119.3
Unproofread scanNot analysed yet
φηγνυμένας κόσμου περὶ σώμασι· τὴν γὰρ ὁλικὴν αὐτῶν ἐν τῷ νοητῷ διάκρισιν ἀνεῖλξεν εἰς πᾶν τὸ δημιουργικὸν πλῆθος ὁ θείος νοῦς. ταῦτα μὲν οὖν ὡσπερ πορίσματα ληπτέον. Εἰρημένων δὲ τούτων ἀξίων ἱστορῆσαι καὶ τὰς τῶν παλαιοτέρων δόξας ὅσαι καινότερον ἐπιχειλοῦνται περὶ τήνδε τὴν λέξιν. Ἀμέλιος μὲν οὖν τὴν τριάδα τῶν δημιουργικῶν νόων ἀπὸ τούτων μάλιστα συνίστησι τῶν ὀνομάτων, τὸν μὲν πρῶτον ‘ὄντα’ καλῶν ἀπὸ τοῦ ὃ ἐστι ζῶον, τὸν δὲ δεύτερον ‘ἔχοντα’ ἀπὸ τοῦ ἐνοῦσας (οὐ γὰρ ἐστὶν ὁ δεύτερος, ἀλλ’ εἴσεσιν ἐν αὐτῷ), τὸν δὲ τρίτον ‘ὁρῶντα’ ἀπὸ τοῦ καθορᾶν, καίτοι τοῦ Πλάτωνος ἐν τῷ ὃ ἐστι ζῶον εἶναι τὰς ἰδέας εἰπόντος καὶ οὐκ ἄλλο μέν εἶναι τὸ αὐτοζῶον, ἄλλο δὲ τὸ ἐν ᾧ ἐνεσιν αἱ ἰδέαι τῶν ζῴων, ὥστε οὐκ ἄλλος ἐστὶν ὃ ὧν τοῦ ἔχοντος, εἴπερ ὁ μέν ἐστι τὸ ὃ ἐστι ζῶον, ὁ δὲ ἐν ᾧ ἐνεσιν αἱ ἰδέαι. Νοῦμηνιος [frg. 39 Thed.] δὲ τὸν μὲν πρῶτον κατὰ τὸ ὃ ἐστι ζῶον τάττει καὶ φησιν ἐν προσχώρησι τοῦ δευτέρου νοεῖν, τὸν δὲ δεύτερον κατὰ τὸν νοῦν καὶ τοῦτον αὐ ἐν προσχώρησι τοῦ τρίτου δημιουργεῖν, τὸν δὲ τρίτον κατὰ τὸν διανοούμενον. ταῦτα δὲ ὅτι μὲν ἔχει τινας καθ’ ἑαυτὰ διαφορὰς, πρόδηλον, οὐχ οὕτω δὲ διήρηται νῦν