Ancient Greek
3.128.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.128.2-2
Unproofread scanNot analysed yet
Τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν καὶ κάλλιστον εἴη [40A]. Πρῶτόν ἐστι τῶν μερικῶν ζώων τὸ ἀπλανές, ὃ δὴ καὶ πρῶτον ὑφίστησιν ὁ δημιουργὸς ἐκ πυρὸς αὐτοῦ τὴν πλείστην ἰδέαν ἀπεργαζόμενος· δεῖ γὰρ πρῶτον ἡμᾶς περὶ τῆς οὐσίας αὐτοῦ διελθεῖν, ἔπειτα περὶ τοῦ σχήματος καὶ τρίτον περὶ τῆς θέσεως καὶ τέταρτον περὶ τῆς κινήσεως. ὁ δὲ περὶ τῆς οὐσίας λόγος πολλὴν ἐπεισκυκλεῖ τὴν τῶν ἐξηγητῶν διαφωνίαν· πῶς γὰρ ἐκ πυρὸς ἔχει τὴν πλείστην ἰδέαν; πότερον οὕτως, ὥσπερ ἔνιοί φασιν, ὅτι συγκέκραται μὲν