Ancient Greek
3.129.1 to 3.129.27
Proclus Phil., In Platonis Timaeum Commentaria 3.129.1-2-27
Unproofread scanNot analysed yet
ἀπὸ πάντων τῶν στοιχείων, τοῦ δὲ πυρὸς πλεῖστον μετεί- ληχεν, ἢ ὅτι πᾶν μὲν τὸ οὐράνιον γένος ἐκ πάντων ἐστί, τὸ δὲ πλεῖστον αὐτοῦ πυρίον ἐστι· δυνατόν γὰρ ἐκατέρως λέγειν, οἷον εἰ λέγοιμεν· πάντα μὲν ἐκ πάντων τῶν γενῶν τοῦ ὄντος, τὰ δὲ νοητὰ πλείστην ἔχει τὴν ταυτότητα. ἀλλ’ ἄρα μὴ οὕτως, ὥσπερ ὁ τῶν πραγμάτων θεατὴς ὤντως ἐξη- γήσατο τὴν πλείστην ἰδέαν τοῦ πυρός, ἀντὶ τοῦ πέμπτου σώματος τὸ πῦρ ἀκουστέον πλείστην ἰδέαν ἔχον, ὡς πολ- λοὺς λόγους ὑποδεξάμενον, ὧν ἐστι πλήρες ἕκαστον τῶν θείων σωμάτων· ἢ κατὰ τούτων μὲν οὐδένα τῶν τρόπων, ὡς δὲ ἔνιοι λέγουσιν, ὅτι τὰ θεία ζῷα συνέστηκε μὲν ἐκ πυρός, ἀλλὰ διαστατὴν ἔχει καὶ πεπληθυσμένην τὴν οὐσίαν (ἑνο- εῖδές γὰρ τὸ νοητόν, πλεῖστον δὲ τὸ σωματικὸν ὡς μεριστόν, ὡς διαστατόν, ὡς ὄγκον ἔχον), ἢ, ὅπερ ἐστὶ πάντων ἀληθέ- στατον, εἰς πάσας ἀποβλέψομεν τὰς ἐπιβολὰς καὶ μίαν ἀπὸ πασῶν ἀλήθειαν θεωρήσομεν; καὶ γὰρ πάντα ἐν οὐρανῷ τὰ στοιχεῖα θήσομεν, ἀλλ’ ἄυλως ὡς ἐν ὕλαισι καὶ κατ’ αὐ- τὰς μόνον τὰς ἀχρότητας αὐτῶν· εἰ γὰρ καὶ ἐν τοῖς νοη- τοῖς ἐστὶν εἶδος πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, δεῖ τὸν οὐρανὸν τῆς τετράδος ταύτης πρῶτον μετασχεῖν. προῦ- οῦσα δὲ ἡ δημιουργία καὶ τὴν ἔσχατην ὑφίστησι τῶν στοι- χείων φύσιν τὴν ὄντως οὖσαν ὕλαιαν, καὶ τὴν πλείστην ἰδέαν τοῖς ἄστροις ἐκ πυρὸς εἶναι δώσομεν· εἰ γὰρ καὶ πάντα ἐστὶν ἐν αὐτοῖς, ἀλλὰ ἐπικρατεῖ τὸ πῦρ, διότι καὶ ἐν τοῖς τῆς γενέσεως στοιχείοις εἴδους ἐπέχει λόγον τὸ πῦρ πρὸς τὰ ἄλλα στοιχεῖα. δεῖ οὖν ἐν τοῖς θεοῖς πλεῖστον μὲν εἶναι τὸ πυρίον, ἵνα τὸ εἶδος ἐπικρατῇ τῆς ὑποκειμένης οὐσίας, ἐλάχιστον δὲ ἐκ τῶν ἄλλων, ὡς ὑποκειμένου τάξιν ἔχον. ἔστιν οὖν ἐκεῖ καὶ τὸ γήινον ὡς στερεά τις οὐσία