Ancient Greek
3.129.32
Proclus Phil., In Platonis Timaeum Commentaria 3.129.32
Unproofread scanNot analysed yet
διαστάσεως. ἔστι δὲ καὶ τὰ μέσα τούτων ὡς συννεκτικὰ τῶν ἀκρων καὶ ἑνοποιὰ, ἐπικρατεῖ δὲ πάντων τὸ πύριον, ὅτι καὶ τὸ εἶδος τὸ ἐκεῖ διακρατεῖ τὸ ὑποκείμενον καὶ συνέχει καὶ τηρεῖ τὸ αὐτὸ πανταχόθεν καὶ αὐτὸ ζωῆς ὄν πλήρες καὶ αὐτοκινήτου δυνάμεως· ὥστε καὶ λόγων ἔσται πλήρες θείων καὶ δημιουργικῶν καὶ εἰς πλήθος προεληλυθε καὶ διάστασιν, πανταχόθεν ὁρίζον τὸ διαστατὸν καὶ περιέχον τὸν ὄγκον τοῦ σώματος. καὶ οὐ φοβηθησόμεθα τοὺς δεινοὺς τῶν διαλεκτικῶν, οἱ σμικρὸν τι μόριον τῆς φύσεως ἰδόντες οἴονται τὸν Πλάτωνα διασύρειν τὸ πῦρ ἄνωφερὲς λέγοντες, τὰ δὲ ἄστρα κυκλοφορητικά· ταῦτα γὰρ οὐκ ἔχει χώραν ἐπὶ τοῦ οὐρανίου πυρός· ὥσπερ γὰρ οὐχ ἡ αὐτὴ κίνησις τοῦ τε νοητοῦ πυρός (ἔστι γὰρ καὶ πῦρ νοερὸν ὁ ἐν τῷ νῷ τοῦ πυρὸς λόγος) καὶ τοῦ σωματειδούς, οὕτως οὔδὲ τοῦ οὐρανίου καὶ τοῦ ὑπουρανίου· κατὰ γὰρ τὴν τάξιν τῶν οὐσιῶν καὶ αἱ κινήσεις συνυπάρχουσι τοῖς πράγμασιν. εἰ δὴ θεῖόν ἐστι πῦρ τὸ τῶν ἀστρῶν συστατικόν, οὐκ ἔστιν οἷον τὸ ἐνυλότατον τοῦτο καὶ παχύτατον, καὶ εἰ λαμπρότατόν ἐστι καὶ κάλλιστον, τοῦ σκοτεινοῦ καὶ τῇ αἰσχρότητι τῆς ὕλης συμμεγοῦς ἕτερόν ἐστιν· ἡ γὰρ ἔσχατη ὕλη σκότος ἐστὶ καὶ αἰσχος, τοῦτο δὲ λαμπρότατον καὶ κάλλιστον, ὃ δὴ ἀληθείας ἐστὶ τεκμήρια· τὸ τε γὰρ ὑπέρλαμπρον διαύγασμα τοῦ φωτὸς αὐτῆς τῆς θείας ἐστὶν εἰκὼν ἀγαθότητος καὶ τὸ τῷ κάλλει διαπρέπον τῆς νοητῆς συμμετρίας ἔνδειγμα. ἄλλο ἄρα τὸ θεῖον πῦρ καὶ ἄλλο τὸ μὴ θεῖον. ἔοικεν οὖν ἐκεῖ μὲν εἶναι τὸ ὄντως πῦρ ἐν τῷ ἀκροτάτῳ τόπῳ, καὶ διὰ τοῦτο καὶ τὰ ἄστρα εἶναι πύρια ὡς τὸν τόπον εἰληχότα τοῦ πυρός, γῆς δὲ ἐκεῖ τὸ ἀκρότατον εἶναι, γῇ δὲ ἀνάπαλιν ἐνταῦθα μὲν εἶναι ἡ ὅλη, πυρὸς δὲ τοῦ ἔσχατου μετέχειν, ὡς ἥν δυνατόν γῆν οὐσαν, τοῦ γηνωτάτου καὶ παχυτάτου, καθάπερ καὶ τὸ ἐκεῖ πῦρ γῆν εἶχε τὴν ἀκρότητα τῆς γῆς, κρατοῦντος καὶ ἐκείνου τοῦ λόγου πάντως, ὃν Πτολεμαῖος καὶ Πλωτῖνος [enn. 2, 2, 1] ἐξέφηναν, πᾶν σῶμα ἐν τῷ οἰκείῳ τόπῳ ὃν ἡ μένειν ἢ κυκλοφορεῖσθαι, τὸ δὲ ἄνωφερὲς ἢ κάτωφερὲς τῶν