Ancient Greek
3.131.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.131.1-2
Unproofread scanNot analysed yet
μὴ ἐν οἰκείοις ὄντων εἶναι τόποις τὸν οἰκεῖον καταλαβεῖν ἐφιεμένων. ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ὅν ἢ μένοι ἂν ἢ κυκλίζοιτο, κἂν ἢ πύριον καὶ ἄνωφερές, ἐν ἀλλοτρίῳ τόπῳ πάντως ἐστί. καὶ οὐκ ἀπιστητέον τοῖς θεολόγοις καὶ ἐν οὐρανῷ τὴν ἐμπύριον οὐσίαν τιθεμένοις· πολλὰ γὰρ εἴδη πυρός. ἐπεὶ καὶ τὸ μὲν λέγειν ἀπλῶς, ὅτι πέμπτον ἐστὶ σῶμα τὸ οὐράνιον, οὐδὲν ἐστὶ περὶ αὐτοῦ διασαφεῖν πλὴν ὅτι τῶνδε τῶν στοιχείων ἕτερον, ὁ δὲ γε Πλάτων καὶ τὴν φύσιν αὐτοῦ πᾶσαν ἀνέπτυξεν, ἀπολείπων καὶ ἐν ἐκείνοις τὰς τῶν στοιχείων ἀκρότητας. τὸν οὖν συλλογισμὸν ἐλεγκτέον τῶν οἰομένων ἐλέγχειν τὸν Πλάτωνος λόγον περὶ τῶν ἄστρων ὡς τὴν πλείστην <ἰδέαν> ἐκ πυρὸς ἔχοντων, <ὡς> οὐ συγχωροῦσι τῇ ἑτέρᾳ προτάσει τῇ λεγούσῃ τὸ πῦρ ἄνωφερές· οὐ γὰρ δεῖ χαρακτηρίζειν αὐτοῦ τὴν φύσιν ἐκ τοῦ παρὰ φύσιν ἔχοντος καὶ ἐπὶ τὸ κατὰ φύσιν ἰόντος, ἀλλ’ ἐκ τοῦ κατὰ φύσιν ἔχοντος· τοιοῦτον δὲ τὸ ἢ μένον ἢ κυκλιζόμενον.