Ancient Greek
3.131.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.131.2
Unproofread scanNot analysed yet
Τῷ δὲ παντὶ προσεικάζων εὐκύκλον ἐποίησι [40A]. Ε Ἕκαστον τῶν μερῶν διττὴν ἔχει τὴν ὁμοίωσιν, τὴν μὲν πρὸς τὴν οἰκείαν ὁλότητα, τὴν δὲ πρὸς τὸ παράδειγμα τῆς ὅλης αὐτοῦ σειρᾶς· τὰ μὲν γὰρ ὅλα μίαν, ὡς εἰς τὸ παράδειγμα τὸ ἑαυτῶν ἀνηρτημένα, τὰ δὲ μέρη διπλῆν, καὶ πρὸς τὸ ὅλον καὶ πρὸς τὴν ἰδέαν τῆς ὁλότητος. οὕτω καὶ ἡ μερικὴ ψυχὴ πρὸς τε τὴν ὅλην ὁμοιοῦται ψυχήν καὶ πρὸς τὸν νοῦν, ἡ δὲ ὅλη καὶ μία πρὸς τὸν ἕνα νοῦν καὶ ὅλον, καὶ ἡ μὲν ὅλη φύσις πρὸς τὴν ψυχήν, ἡ δὲ μερικὴ πρὸς τε τὴν ἑαυτῆς ὁλότητα καὶ πρὸς τὴν ψυχήν. κατὰ ταῦτα δὴ οὖν καὶ τῶν ἄστρων ἕκαστον ἀπεικάζεται τῷ τε παντὶ κόσμῳ καὶ τῷ οἰκείῳ παραδείγματι, καὶ ἡ ὁμοίωσις διάφορος· ἐκείνῳ μὲν γὰρ κατὰ τὴν οὐσίαν ὅλην ὁμοιοῦται, τούτῳ δὲ καὶ κατὰ τὸ σχῆμα καὶ τὴν κίνησιν· δημιουργεῖται γὰρ εὐκύκλον, ὥσπερ καὶ ὁ κόσμος ἐστὶ σφαιροειδής· πρό-