Ancient Greek
3.133.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.133.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40A] τὰ πλανώμενα ἐνεπίθει ταῖς περιφοραῖς, ὅς ἡ θάτερου περιόδος ἦν, ὡς εἴρηται ἐν ἐκείνοις [38C]. θεῖα γὰρ ὄντα ζῶα δεῖ καὶ ψυχὴν ἔχειν νοερὰν καὶ νοῦν θεῖον· ὅτι γὰρ οὐχ ὑπὸ τῆς τοῦ ὅλου ψυχῆς ψυχούται μόνης, ἀλλὰ καὶ ἰδίαν ἔχει τὴν ἐφεστῶσαν ἑκάστῳ, μάθοιμεν ἂν συννοήσαντες, ὅτι καὶ τῶν ἐνταῦθα ζῴων κρείττονά ἐστιν ὅσα μετὰ τῆς ὅλης καὶ ὑπὸ ἰδίας ψυχούται ψυχῆς ἐλλαμπούσης ζωῇ, οἷον ἄνθρωπος, ἢ ὅσα ὑπὸ τῆς ὅλης μόνης, οἷον τὰ ἔσχατα τῆς δημιουργίας, τὰ μὲν διχόθεν σφώμενα, τὰ δὲ μόλις ἄπὸ τῆς ὅλης. εἰ δὲ τοῦτ’ ἀληθὲς καὶ τὰ οὐράνια κρεῖσσονα τῶν ἡμετέρων σωμάτων, μειζόνως ἐκεῖνα [ἂν] ψυχούται μετὰ τῆς κοσμικῆς καὶ ὑπὸ ἰδίας ἑκάστα ψυχῆς, ἐπεὶ καὶ εἰ ἔοικε τῷ ὅλῳ οὐρανῷ, ἐν ᾧ ἐστι, κυκλοφορητικὰ ἐστι. εἰ δὲ τοῦτο, κύκλῳ πάντα κινεῖται περὶ τὰ κέντρα τὰ ἑαυτῶν. εἰ δὲ τοῦτο, πᾶσα δὲ κίνησις αἴδιος ἴδιον ἔχει καὶ τὸ κινοῦν αἴτιον καὶ ὅσα τὰ ἴδιως κινούμενα, τοσαῦτα καὶ τὰ κινητικὰ αἴτια, φησὶν Ἀριστοτέλης, ἀνάγκη καὶ ψυχὰς εἶναι τοῖς ἄστροις ἰδίας ἐφεστῶσας τὰς κινοῦσας, καὶ εἰ μὲν τεταγμένως κινεῖσι, νοεράς, εἰ δ’, ὅ μὴ θέμις εἰπεῖν ἐπὶ θείων σωμάτων, ἀλόγους· ὅν ὄντως ἀλόγων ὄντων ἑκάστῳ ἀνάγκη τῶν ἄστρων ἰδίαν ἔχειν ἐπιβεβληυῖαν θεῖαν ψυχήν, καὶ διὰ μὲν τῶν ἐν αὐτοῖς οὐσῶν ψυχῶν συνάπτεσθαι πρὸς τὴν ὅλην ψυχήν, διὰ δὲ τοῦ νοῦ πρὸς τὸν ὅλον ἡνωσθαι νοῦν· ὅπου γὰρ καὶ τοῖς θνητοῖς μέτεστι λόγου καὶ νοῦ, τί χρὴ περὶ αὐτῶν νομίζειν τῶν θείων σωμάτων; ἐντέθεται οὖν διὰ τῆς ἑαυτῶν ψυχῆς εἰς τὴν ψυχὴν τῆς ταύτου φοράς, ἣν ἁκρατίστην’ εἰκῶς ἐκάλεσεν ὡς κρατοῦσαν πασῶν τῶν περιφορῶν καὶ πάσας αὐτὰς νοερώς συνελούσων· ὥσπερ γὰρ τὸ τῶν ἄστρων γένος περιάγεται ὑπὸ τῆς ὅλης φοράς, οὕτω δὴ καὶ αἱ ψυχαὶ αὐτῶν περιέχονται ὑπὸ τῆς μιᾶς ψυχῆς τῆς ταύτου κυκλήσεως καὶ οἱ νοῦς ὑπὸ τοῦ νοῦ· καὶ γὰρ αὐ καὶ δεῖ μετὰ τὴν μονάδα τὴν ἐξηρημένην