Ancient Greek
3.134.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.134.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40A] εἶναι καὶ τὴν συντεταγμένην μονάδα τῷ πλήθει. μονάδος οὖν ἐξηρημένης οὐσίας τῆς πρωτίστης τῶν τεττάρων ἰδεῶν τὸ τῶν ἄστρων πλῆθος ἀπ’ ἐκείνης προῖον ὑπὸ συντεταγμένης περιέχεται μονάδος τῆς ἀπλανούς. ὁμοίως δὲ καὶ καθ’ D ἑκάστην τῶν οὐρανίων σφαιρῶν ἡ μὲν ὅλη σφαῖρα μονάδος ἔχει λόγον, οἱ δὲ κοσμοκράτορες ἡγεμόνες εἰσὶ τοῦ καθ’ ἑκάστην πλήθους· ἔστι γὰρ καθ’ ἑκάστην ἀριθμὸς ἀνὰ λόγον τῷ τῶν ἄστρων χωρῷ συνυφестὼς ταῖς οἰκείαις περιφοραῖς. εἰ δὲ ἐπὶ μὲν τῶν ἀπλανῶν μία μονὰς ἡ ὁλότης αὐτῶν, ἐπὶ δὲ τῶν πλανωμένων ἔστι μὲν καὶ ἡ ὁλότης, ἔστι δὲ καὶ τῶν πλανωμένων ἕκαστος ἡγεμών, οὐ θαυμαστόν· ὡς γὰρ ποικιλωτέρα τῶν θάτερον περιφορῶν ἡ κίνησις, οὕτω καὶ τὰ ἡγεμονοῦντα πλεῖω· καὶ γὰρ τὸ πλῆθος μᾶλλον προεληλύθεν. ἐπὶ δὲ τῶν ὑπὸ σελήνην ἐτι πλείους οἱ ἡγεμόνες· αἱ γὰρ ἐν οὐρανῷ μονάδες ἀριθμοὺς ἀπογεννῶσιν ἀνὰ λόγον αὐταῖς. ἀλλ’ οὖν, ὅπερ ἐλέγομεν, ἡ ψύχωσις τῶν ἄστρων ἐντίθησι μὲν αὐτὰ ταῖς οἰκείαις ψυχαῖς, συνάπτει δὲ καὶ πρὸς τὴν ὅλην ψυχὴν τῆς ταύτου φορᾶς, ἀνύει δὲ καὶ ἐπὶ τὴν κοσμικὴν ψυχὴν, ἐνιδρύει δὲ καὶ εἰς αὐτὸ τὸ παράδειγμα τὸ νοητόν, ὃ καὶ διαφερόντως ὁρῶν ὁ θεῖος Ἰάμβλιχος τὴν τοῦ κρατίστου φρόνησιν ἐν τῷ παραδείγματι τίθεται. κόσμος δὲ ἀληθινὸς ἡ ἀπλανὴς γέγονε, διότι κυριώτερόν E ἐστιν αὕτη κόσμος ἢ τὸ ὑπὸ σελήνην ἀλλοτρίας διατάξεως ἀεὶ δεόμενον καὶ συνεχῶς μεταβαλλόμενον. καὶ πεποικιλμένος οὕτω κόσμος, ὡς τὴν νοερὰν ποικιλίαν ἀποτυπωσάμενος καὶ οἷον ἔνδη περὶ αὐτὸν ἐνοειδῇ καθ’ ὅλον ἑαυτὸν ὑποδεξάμενος μιμούμενα τῶν οὐρανίων παραδειγμάτων τὸ κάλλος. οἰκεῖον δὲ αὐτῷ καὶ τὸ ‘νεῖμαι’ καὶ τὸ ‘κύκλῳ νεῖμαι’· τὸ μὲν γὰρ τὴν νοερὰν σημαίνει διανομίην, τὸ δὲ τὴν τάξιν τὴν δημιουργικὴν· διὰ γὰρ τοῦτο καὶ οἱ θεολόγοι τὴν Εὐνομίαν ἐπέστησαν τῇ ἀπλανεῖ, τὸ ἐν αὐτῇ πλῆθος διακρίνουσαν καὶ ἕκαστον ἐπὶ τῆς οἰκείας διατη-