Ancient Greek
3.139.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.139.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40AB] 123 ταύτην καὶ πλανᾶσθαι λέγεται μόνην. εἰ δὴ ἦν πρότερον ἐκάλεσεν [36 C] ἐπὶ δεξιᾷ, ταύτην νῦν εἰς τὸ πρόσθεν ἐπωνόμασεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ δεξιᾷ μὲν γὰρ ἐστὶν ὡς πρὸς τὴν ὅλην περιφοράν, εἰς τὸ πρόσθεν δὲ ὡς πρὸς τοὺς ἀστέρας. καὶ ἔοικεν ὡς μὲν εἰς κόσμος μίαν ἔχειν κίνησιν τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὔσαν καὶ τῶν ἕξ μηδεμίαν, ὡς δὲ διηρημένος εἰς ἀπλανῆς καὶ πλανώμενον τὴν ἐπὶ δεξιᾷ καὶ ἐπ’ ἀριστερὰ διὰ τὴν διττὴν περιφοράν, ὡς δὲ ἔχων μερικὰ ζῷα ἀπλανῆ καὶ πλανώμενα καὶ τὴν εἰς τὸ πρόσθεν κίνησιν καὶ τὴν εἰς τὰ ὀπίσω, τὴν μὲν ἐπὶ τῶν ἀπλανῶν, τὴν δὲ ἐπὶ τῶν πλανωμένων. καὶ ἔοικεν, ὡς ἐκ τούτων ἀπομαντεύεσθαι δυνατόν, ἕκαστον τῶν ἀπλανῶν κινεῖν ὁμοίως τῇ ἀπλανεῖ περὶ τὸ ἑαυτοῦ μέν κέντρον, ἀλλ’ ὡς ἐπὶ δυσμᾶς κυκλούμενον· οὕτω γὰρ καὶ ὑπὸ τοῦ ὅλου κινούμενος ἕκαστος εἰς τὸ πρόσθεν ἑαυτοῦ κινήσεται· ἐφ’ ὃ γὰρ ἡ κατὰ φύσιν ἕκαστον κίνησις, τοῦτό ἐστιν ἕκαστον πρόσων. τὸ οὖν ἐφ’ ὃ τῆς ἕκαστον κυκλήσεως τοῦτό ἐστι τὸ ἐπὶ δύσιν, ἵνα καὶ ταύτην ***ὁμοίως τὲν τῇ ἑαντῶν ὁλότητι, ὥσπερ τῶν πλανωμένων τὸ ἀνατολικόν ἐστι πρόσων, ἐφ’ ὃ φέρονται κατὰ φύσιν. ἢ δ’ οὖν εἰς τὸ πρόσων κίνησις τῶν ἀπλανῶν ἐστιν, ἀλλ’ οὐ τῆς πλανωμένης· τούτων γὰρ ἐστὶ τι ἔκτος· καὶ τὸ μὲν γὰρ αὐτῶν ἤγεται, τὸ δὲ ἕπεται. ἢ δὲ ὅλη σφαῖρα πάσης μὲν ὑπερέχει τῆς κατ’ εὐθεῖαν κινήσεως, κατὰ μόνην δὲ φέρεται τὴν κυκλικήν. τοὺς δὲ πλάνητας εἴποις ἂν τὴν ἰδίαν μὲν ποιεῖσθαι κίνησιν ἐπ’ ἀνατολὰς αὐτοὺς φερομένους κύκλῳ τε ὁμοῦ καὶ ὅλους διὰ τοῦ βάθους τῶν σφαιρῶν, καὶ εἶναι αὐτῶν πρόσων τὸ ἀνατολικόν, ὑπὸ δὲ τῆς ἀπλανοῦς ἀντιπεριάγεσθαι εἰς τὰ ὀπίσω ἑαντῶν ἀντικειμένως πρὸς τὴν ἰδίαν κίνησιν. τῶν οὖν ἕξ κινήσεων τὴν εἰς τὸ πρόσων τοῖς ἀστροῖς ἀποδέδοκε μόνην. καὶ κατασκευάσειας ἂν, ὅτι τιμιωτάτη τῶν λοιπῶν αὕτη· καθάπερ