Ancient Greek
3.140.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.140.1
Unproofread scanNot analysed yet
124 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40 AB] γὰρ φησιν Ἀριστοτέλης, ἡ τοῦ ἀρίστου κίνησις ἀρίστη ἐστὶ. διὸ τῶν μὲν ἄλλων ἡ τοπικὴ ἀρείττων, τῶν δὲ τοπικῶν πρώτη μὲν ἡ κύκλω, δευτέρα δὲ ἡ ἐπὶ τὸ πρόσθον· τοῖς γὰρ ἀπλανέσιν ὑπάρχει καὶ αὕτη, τὰς δὲ πέντε κινήσεις ἕκαστον αὐτῶν ἀκίνητόν ἐστι καὶ ἑστώς· ἄμφω γὰρ εἶπεν ὁ Πλάτων, ἵνα μὴ τὴν ἀκινησίαν πάρεσιν εἶναι νομίσης καὶ ἀορίαν καὶ στέρησιν, ἀλλὰ δι’ ὑπεροχὴν αὐτὴν ὑπολάβης ὑπάρχειν τοῖς οὐρανοῖς. δηλοῖ δὲ καὶ τὸ ἐξῆς· ἵνα γὰρ, φησίν, ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἀρίστον· εἰ γὰρ τοῦ κάλλους τῆς τῶν οὐρανίων τάξεως καὶ τοῦ ἀγαθοῦ στοχάζεται ἡ ἀκίνησις τῶν πέντε κινήσεων, οὐκ ἔστιν ἀζωΐα καὶ στέρησις, ἀλλὰ δύναμις κρατητικὴ τῆς ποικιλίας· ὁ μὲν γὰρ τῆς ἀπλανοῦς κύκλος πᾶσαν περιέχει κίνησιν ὁποσοῦν ἐπιτελουμένην, ἡ δὲ εἰς τὸ πρόσθον τοῖς ἄστροις προσθεῖσα δῆλον ὡς ἀρχὴν ταύτην ἐμφαίνει τῆς εὐδυναρίας, ἡ δὲ ποικιλία τῶν πλανωμένων πᾶσαν ποθη- D γετεῖ τὴν τῆς γενέσεως ἀοριστίαν, ἄτε προσεχῶς αὐτὴν κινουσα ταῖς ἑαυτῆς ἀνελίξεσι παντολαίς. ὁ μὲν οὖν Πλάτων τοιαύτην κίνησιν ἀποδίδωκε τοῖς ἀπλανέσιν. Ὅσοι δὲ καὶ τούτους ἐπὶ τὰ ἑπόμενα κινεῖν περὶ τοὺς τοῦ ζωδιακοῦ πόλους δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, ὡς Πτολεμαῖος καὶ Ἰππαρχος πρὸ τούτου, τηρήσει πιστεύσαντες, πρῶτον μὲν ἴστωσαν, ὅτι καὶ Αἰγύπτιοι πρὸ αὐτῶν τηρήσει χρησάμενοι καὶ ἔτι πολλῷ πρότερον Χαλδαῖοι καὶ πρὸ τῶν τηρήσεων ὑπὸ θεῶν διδαχθέντες ὁμοίως Πλάτωνι περὶ τῆς τῶν ἀπλανῶν κινήσεως ἐδίδαξαν· καὶ γὰρ τὰ λόγια τῶν ἀστέρων τὸ προπόρευμα τῶν ἀπλανῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις λέγοντα [or. chald. 34].