Ancient Greek
3.146.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.146.1
Unproofread scanNot analysed yet
Δ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40B] τοῦτο μὲν οὖν (λέγω δὴ τὸ τὰ πλανώμενα χρόνου ἕνεκα γεγενηέναι) διαφερόντως ὑπεμνήσθω διὰ τούτων παρ’ ἡμῶν, ὥσπερ καὶ αὐτὸς ὑπέμνησεν. Ὅσοι δὲ τὸ ἐκ πυρὸς εἶναι C τὸν οὐρανὸν ἀθετοῦσιν ὡς τοῦ πυρὸς ἄνω φέρεσθαι πεφυκόστος, ἤδη μὲν προεἴπομεν, δεῖ δὲ ἄρα πάλιν καὶ πάλιν ὑπομιμνήσκειν αὐτοὺς φιλέρως ὄντας, ὡς ἀτόπως λέγουσιν· εἰς γὰρ τοῦτο τὸ ἐνταῦθα πῦρ ἀποβλέπουσιν, ὁ παρὰ φύσιν· ἐπεὶ τῷ γε πυρί, κἄν τὸ ὑπὸ σελήνην λάβῃς, οὐ τὸ ἄνω κινεῖσθαι κατὰ φύσιν, ἀλλὰ τὸ μένειν ἐν τῇ αὐτοῦ χώρᾳ, τὸ δὲ ἄνω κινεῖσθαι ἄγει μὲν εἰς τὸ κατὰ φύσιν, αὐτὸ δὲ οὐ κατὰ φύσιν· οὐδὲ γὰρ σώματι τὸ ὑγιαζεσθαι κατὰ φύσιν, ἀλλὰ τὸ ὑγιαίνειν, νενοσηκότι δὲ τὸ ὑγιαζεσθαι μόνω κατὰ φύσιν, ὥστε καὶ πυρὶ τῷ μὴ τελέως πυρὶ τὸ ἄνω φέρεσθαι κατὰ φύσιν, τῷ δὲ κατ’ ἐνέργειαν πυρὶ τὸ μένειν ἐν τῷ ἄνω κατὰ φύσιν, ἐν ᾧ μένον, εἰ κινεῖτο, μίαν ἔξει μόνην τὴν κύκλω κίνησιν. εἰ δὲ ὅτι καὶ τούτου τὸ ἄκρον ἐν τοῖς τῆδε φέρεται κύκλω μετὰ τοῦ αἰθέρος, ὡς φησιν Ἀριστοτέλης, ἀληθές, ἐτι μείζονος ἀποδεικνυται κυκλοφορητικὸν ὄν· εἰ γὰρ καὶ τοῦτο κύκλω φέρεται καθ’ ὅσον δύναται ἀεὶ, κατὰ φύσιν κινεῖται· τὸ γὰρ παρὰ φύσιν οὐκ ἀίδιον· τοιοῦτον δὲ πᾶν τὸ βίαιον. εἰ δὴ καὶ ὑπὸ σελή- D νην ἐστὶ πῦρ τοιοῦτον, τί περὶ τῶν οὐρανίων ἀμφισβητοῦσι τὴν ἐπὶ τὸ ἄνω κίνησιν τοῦ πυρὸς ἄνω καὶ κάτω διαθρολοῦντες; ταῦτα μὲν οὖν, ὡς ἔφημ, εἴρηται πον καὶ ἐμπροσθεν. ζητήσαντος δὲ τοῦ Ἀριστοτέλους, δι’ ἣν αἰτίαν ἢ μὲν ἀπλανὴς πολλὰ περιελήφεν ἄστρα μία οὖσα, αἱ δὲ πλανώμεναι πολλαὶ οὖσαι ἐν ἐκάστη, τὰ μὲν ἐκεῖνω ἀρέσαντα λαμβάνειν ἀπὸ τῶν ἐκείνου δυνατῶν, ἡμεῖς δὲ καὶ ἤδη τι περὶ τούτου προεἴπομεν [p. 122, 25 ss] καὶ νῦν ἐπόμενα τοῖς ἐμπροσθεν γράφοντες φήσομεν καὶ τῶν