Ancient Greek
3.147.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.147.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40B] πλανωμένων ἑκάστην κόσμον ὅλον εἶναι πολλῶν ἡμῖν ἀφανῶν θείων γενῶν περιληπτικόν, πάντων δὲ ἐκείνων τὴν ἡγεμονίαν ἔχειν τὸ φαινόμενον ἄστρον, καὶ ταύτῃ διαφέρειν τὰ ἀπλανῆ τῶν ἐν ταῖς πλανωμέναις σφαίραις, ὅτι ἐκεῖνα μὲν μίαν ἔχει μονάδα, τὴν ὁλότητα τὴν ἑαυτῶν, ταῦτα δὲ τὰ καθ’ ἑκάστην τῶν πλανωμένων ἀφανῆ συμπεριπολοῦντα ταῖς ἑαυτῶν σφαίραις διπλῆν, τὴν τε ὁλότητα καὶ τὴν ἐν τοῖς περιεχομένοις ἐξηρημένην λαχοῦσαν ὑπεροχήν· δεύτερα γὰρ ὄντα τῶν ἀπλανῶν διττῆς ἐπιστασίας ἐδείτο, τῆς μὲν ὀλιγωτέρας, τῆς δὲ μερικωτέρας. ὅτι δὲ καὶ ἐν ἑκάστῃ τούτων πλήθός ἐστιν ἑκάστη σύστοιχον, κατασκευάσεως ἂν ἀπὸ τῶν ἄκρων· εἰ γὰρ ἡ ἀπλανὴς ἔχει σύστοιχον ἑαυτῇ πλήθος καὶ ἡ γῆ τῶν χθονίων ζῴων, ὡς ἐκείνη τῶν οὐρανίων, ἀνάγκη καὶ ἑκάστην ὁλότητα πάντως ἔχειν μερικὰ ἅττα σύστοιχα πρὸς αὐτὴ ζῷα, δι’ ἃ καὶ ὁλότητες λέγονται. λανθάνει δὲ ἡμῶν τὰ μέσα τὴν αἴσθησιν, τῶν ἄκρων δήλων ὄντων, τῶν μὲν διὰ τὴν ὑπέρλαμπρον οὐσίαν, τῶν δὲ διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν. εἰ δὲ καὶ μερικαὶ ψυχαὶ περὶ αὐτοὺς ἐσπάγησαν, ἄλλαι μὲν περὶ ἥλιον, ἄλλαι δὲ περὶ σελήνην, ἄλλαι δὲ περὶ ἕκαστον τῶν λοιπῶν, καὶ πρὸ τῶν ψυχῶν δαίμονες συμπληροῦσι τὰς ἀγέλας ὧν εἰσιν ἡγεμόνες, δῆλον, ὅτι καλῶς εἴρηται κόσμον ἑκάστην εἶναι τῶν σφαιρῶν, καὶ τῶν θεολόγων ἡμᾶς ταῦτα διδασκόντων, ὅπόταν περὶ ἕκαστον θεοὺς ἐν αὐτοῖς εἶναι πρὸ τῶν δαιμόνων ἄλλους ὑπὸ τὴν ἄλλου τελούντας ἡγεμονίαν ***,οἷον καὶ περὶ τῆς δεσποίνης ἡμῶν τῆς σελήνης, ὅτι καὶ ἡ Ἑκάτη θεαὶ τινὲς εἰσιν ἐν αὐτῇ καὶ ἡ Ἄρτεμις, καὶ περὶ τοῦ βασιλέως Ἡλίου καὶ τῶν ἐκεῖ θεῶν, τὸν ἐκεῖ Διόνυσον ὁμνοῦντες.