Ancient Greek
3.156.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.156.5
Unproofread scanNot analysed yet
28 possis κριτικαὶ <καὶ καθαρτικαί> ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] λοιπὸν δὲ ἐστὶ θεωρῆσαι, πῶς πρεσβυτάτη θεῶν ἡ γῆ καὶ πρωτίστη λέγεται τῶν ἐντὸς οὐρανοῦ· τοῦτο γὰρ ἀπλῶς εἰρῆσθαι φανήσεται τοῖς πρὸς τὸ ξνυλον αὐτῆς καὶ παχὺ καὶ σκοτεινὸν ἀποβλέπειν εἰθισμένοις. ἡμεῖς δὲ ὅτι 5 μὲν ἐστὶ τι καὶ τοιοῦτον ἐν τῷ ὄγκῳ τῆς γῆς, οἷον ἐκεῖνοι λέγουσι, συγχωρήσομεν, ἀξιώσομεν δὲ αὐτοὺς καὶ τὰ ἄλλα τῆς γῆς ὁρᾶν ἀγαθά, δι’ ὧν πλεονεκτεῖ τὰ λοιπὰ στοιχεῖα, τὸ μόνιμον, τὸ γεννητικόν, τὴν πρὸς τὸν οὐρανὸν συμφωνίαν, τὴν ἐν τῷ κέντρῳ τοῦ παντὸς θέσιν· μεγάλην γὰρ 10 ἔχει τὸ κέντρον ἐν τῷ παντὶ δύναμιν, ὡς συνεκτικὸν ἀπάσης τῆς περιφορᾶς. διὸ καὶ οἱ Πυθαγόρειοι Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὡς δημιουργικῆς φρονεᾶς ἐν ἐκείνῳ τεταγμένης. ὑπομνήσομεν δὲ τοὺς ἀντιλέγοντας καὶ τῶν Πλατωνικῶν ὑποθέσεων περὶ γῆς καὶ τῶν ἔργων αὐ- 15 τῆς, ὡς φησιν ὁ ἐν Φαίδωνι [110E 111B] Σωκράτης. τοῦτο μὲν οὖν, ὃ ἡμεῖς οἰκοῦμεν, κοῖλόν ἐστι καὶ σκοτεινὸν καὶ ὑπὸ ἄλμης κατεδηδεσμένον, ἄλλη δὲ ἐστὶν ἡ ἀληθινὴ γῆ, θεῶν ὑποδοχὰς ἔχουσα καὶ ἄλη καὶ κάλλος τῷ F οὐρανῷ προσεικός. οὐ χρὴ οὖν θαυμάζειν, εἰ καὶ νῦν 20 πρεσβυτάτη λέγοιτο θεῶν ἡ γῆ καὶ πρωτίστη τῶν ἐντὸς οὐρανοῦ, τῆλικούτων μὲν ὕψος ἔχουσα, τοιοῦτον δὲ κάλλος, ἑοικυῖα δὲ ταῖς δωδεκακύτοις σφαίραις [Phaed. 110B], ὡσπερ ὁ οὐρανὸς τῷ δωδεκάεδρῳ παρὰ τοῦ δημιουργοῦ διεξωγράφηται, καθὰ καὶ αὐτὸς ἔρει προϊών [55C]. 25 ἐννοήσωμεν δὲ καὶ ὅτι μόνη τῶν στοιχείων τῇ γῇ δέδωκε πάντα στοιχεῖα διακεκριμένως ἔχειν, κόσμον αὐτὴν ὅλον ἀποτελῶν ἀνὰ λόγον τῷ οὐρανῷ πεποιημένον· ἐστὶ γὰρ ἐν 283 αὐτῇ καὶ πυρὸς ποταμὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς ἄλλης λόγος ἑνούσης πρὸς αὐτήν, ὅν ἂν αὐτὴ πρὸς τὸ πᾶν, 30 ὡς φησιν ὁ ἐν Φαίδωνι [112Ess] Σωκράτης. εἰ δὲ τοῦτο, πολλὴν ὑπεροχὴν ἔχει κατὰ τῶν λοιπῶν στοιχείων, ὡς μιμουμένη τὸν οὐρανὸν καὶ πάντα ἔχουσα χθονίως ἐν ἑαυτῇ. προσθῶμεν δὲ τούτοις καὶ ὅτι τὰ δύο ταῦτα στοι-