Ancient Greek
3.158.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.158.1
Unproofread scanNot analysed yet
142 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] χεῖα πρῶτα παρήγαγεν ὁ δημιουργός, γῆν καὶ πῦρ, τὰ δ᾽ ἄλλα ἕνεκα τούτων, ἵνα τῶν δεσμῶν ἐπέχοιεν πρὸς αὐτὰ λόγον, καὶ ὅτι τὰ τέτταρα καὶ ἐν οὐρανῷ ἐστι καὶ ὑπὸ σελήνην, ἀλλ᾽ ἐκεῖ μὲν πυρίως (ἡ γὰρ πλεῖστη ἰδέα, καθὰ προεἶπεν [40A], ἐκ πυρός), ἐνταῦθα δὲ γήινως (καὶ γὰρ τὸ τοῦ ἀέρος βάθος καὶ ὁ τοῦ ὕδατος ὄγκος περιέχεται τὴν γῆν καὶ πολὺ τὸ γήινον ἔχει, διὸ καὶ τῇ ἑαυτῶν φύσει σκοτεινὰ ἐστιν). ἔστιν οὖν ἐν οὐρανῷ μὲν ἐπικράτεια τοῦ πυρός, ὑπὸ σελήνην δὲ τῆς γῆς. ἐπειδὴ δὲ συνήπται ἡ γένεσις πρὸς τὸν οὐρανὸν συμφωνῶς, τὸ μὲν πέρας τοῦ οὐρανοῦ γῆ ἐστιν ὡς ἐν οὐρανῷ, ἡ δὲ ἀρχὴ τῆς γενέσεως πῦρ ὡς ἐν γενέσει· τὴν μὲν γὰρ σελήνην γῆν εἰώθασι καλεῖν, ὡς τοῦτον ἔχουσαν τὸν λόγον πρὸς τὸν ἥλιον, ὃν ἡ γῆ πρὸς τὸ πῦρ·