Ancient Greek
3.158.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.158.3
Unproofread scanNot analysed yet
μῆσατο δ᾽ ἄλλην γαῖαν ἀπείριτον, ἣν τε σελήνην ἀθάνατοι κλήσουσιν, ἐπιχθόνιοι δὲ τε μῆνην, φησὶν Ὀφρεύς [frg. 81], τὴν δὲ ἀκρότητα τῆς γενέσεως πῦρ, ὡς καὶ Ἀριστοτέλης, τὸν αἰθέρα πῦρ ὀνομάζων, ἔστι δὲ ὅπου καὶ οὐ πῦρ, ἀλλὰ πυροειδὴ δοκιμάζων καλεῖν, ὡς εἴρηται πολλάκις [p. 129, 1]. τὸ μὲν τοῦ οὐρανοῦ πέρας οὐκ ἔστι πάντη μεταβολῆς ἄμοιρον, ὡς τῇ γενέσει πελάζον· ἡ δὲ ἀρχὴ τῆς γενέσεως κύκλῳ κινεῖται, μιμουμένη τὸν οὐρανόν. ἐπὶ κάκεινον παραλάβωμεν τὸν λόγον, ὅτι οὐ τοῖς τόποις δεῖ κρῖνειν τὴν ἀξίαν τῶν πραγμάτων, ἀλλὰ ταῖς δυνάμεσι καὶ τῇ οὐσίᾳ, καθάπερ δέδεικται ἐν ἄλλοις. τίσιν οὖν ἰδιότησι κριτέον τὰς ὑπεροχάς; τισὶ δὲ ἄλλαις ἢ ἃς αἱ θεῖαι τάξεις ἐπιδεικνύουσιν; ἢ γὰρ ὡς ὑπεροχὴ παρὰ τοῖς θεοῖς. ληπτέον οὖν ἐκ τῶν θείων τάξεων τὸ μοναδικόν, τὸ μόνιμον, τὸ παντελές, τὸ γόνιμον, τὸ συνεκτικόν, τὸ τελεσιουργόν, τὸ πάντη διατείνον, τὸ ζωοποιόν, τὸ κοσμητικόν, τὸ ἀφομοιωτικόν, τὸ περιεκτικόν· ταῦτα γὰρ