Ancient Greek
3.161.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.161.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40CD] Χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων καὶ περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνακυκλήσεις καὶ προσχωρήσεις, ἐν τε ταῖς συνάψεσιν ὁποιοὶ τῶν θεῶν κατ’ ἀλλήλους γινόμενοι καὶ ὅσοι κατ’ ἀντικρύ, μεθ’ οὐστινὰς τε ἐπίπροσθεν ἀλλήλοις ἡμῖν τε κατὰ χρόνους οὐστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεία τῶν μετὰ ταῦτα γεννησομένων τοῖς δυναμένοις λογίζεσθαι πέμπουσι, τὸ λέγειν ἄνευ διόψεως τούτων αὐ τῶν μιμημάτων, μάταιος ἂν εἴη πόνος [40CD].