Ancient Greek
3.161.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.161.3
Unproofread scanNot analysed yet
Οὐκ ἔστι τὸ προκειμένον τῷ Πλάτωνι νῦν τὴν ἀπὸ τῆς ἀστρονομίας παρεισκυκλῆσαι θεωρίαν καὶ τοὺς λόγους, οὕς κακῶς ἔνιοι ποιοῦντες περὶ τῶν ὑποθέσεων καταβάλλονται καὶ τῆς ἀστρολογικῆς τρηήσεως, μηδὲ κατ’ αὐτὸ τοῦτο τῷ Πλάτωνι συνεπόμενοι, διότι δὴ παραιτεῖται νῦν ὁ φιλόσοφος (ἔτι γὰρ νῦν μέγα ἔργον ἄρεκτον [Hom. T 150]), καὶ οὐ δεῖ περὶ ταῦτα διατρίβειν· ἄλλο γὰρ ἐστὶν ἀστρονομία καὶ ἄλλο φυσιολογία, ὡς καὶ Ἀριστοτέλης διέκρινεν ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως [2. 193ᵇ 26 ss]. ἄλλως τε καὶ πολλῆς δεῖ σχολῆς εἰς τὸ πρῶτον ἐν εἰκόσι ταῦτα ἰδεῖν, εἴθ’ οὕτως ἀποδοῦναι τοὺς λόγους· τὸ γὰρ λέγειν περὶ τούτων ἄνευ τῶν διόψεως μιμημάτων μάταιός ἐστι πόνος, ὡς φησιν [δ] αὐτός· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ἀβακίου καὶ ἐπὶ τῆς κοιωντῆς σφαῖρας καὶ ἐπὶ τοῦ παραδείγματος καὶ ἐπὶ τοῦ ἀστρολάβου ταῦτα κατιδόντας οὕτως ἐπὶ τὴν τῶν ὅλων στέλλεσθαι θεωρίαν· δεῖ δὲ καὶ τρηήσεως, ἣν τὰ ὄργανα παρέχεται τοῖς περὶ ταῦτα διατρίβουσι. διὰ ταῦτα μὲν οὖν ὁ φιλόσοφος παραιτεῖται τὸν περὶ τούτων λόγον. αὐτὰ δὲ ταῦτα, ἃ νῦν λέγει, διχῶς ἐκλαπτεόν, μαθηματικῶς τε καὶ φιλοσόφως· ὑπάρχει γὰρ καὶ ταῖς σωματικαῖς τῶν ἀστρῶν κινήσεσι καὶ ταῖς ψυχικαῖς. καὶ πρότερον, εἰ