Ancient Greek
3.164.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.164.1-2
Unproofread scanNot analysed yet
μένων σφαιρῶν καὶ τῆς ἀπλανοῦς. εἶναι δ’ οὖν τὴν κατὰ Πλάτωνα σφαιροποιΐαν τοιαύτην, ὁμοπολῶν μὲν οὖσῶν τῶν ἐπτὰ σφαιρῶν, τὴν δὲ διαφορὰν πρὸς τὴν μίαν ἔχουσῶν ὡς εἴπομεν, καὶ τὰ μὲν ἀπλανῆ τῶν ἄστρων κινεῖσθαι μόνως περὶ τὰ ἑαυτῶν κέντρα, τὰ δὲ πλανώμενα καὶ περὶ τὰ ἑαυτῶν κέντρα καὶ διὰ τοῦ βάθους πορευόμενα τῶν σφαιρῶν, ἐν αἷς ἕστιν ἕκαστον, ποικίλως τρεπόμενα εἰς τὸ ἄνω, εἰς τὸ κάτω, <εἰς τὸ πρόσω>, εἰς τοὐπίσω, καὶ ταῦτα μὲν κινεῖσθαι περὶ λοξὸν ἕκαστον ἄλλον κύκλον καὶ τοὺς τούτων πόλους, τὰς δὲ σφαῖρας, ἐν αἷς εἰσι, πάσας ὁμοίως τῇ ἀπλανεῖ, τοῦτ’ ἔστι περὶ τὸν αὐτὸν κινεῖσθαι πόλον ἕνα ὄντα πασῶν, καὶ τὴν μὲν ἀπλανῆ μίαν κινεῖσθαι κίνησιν αὐτὴν καθ’ αὐτήν, τὴν δὲ πλανωμένην διπλὴν, καὶ τὴν ἑαυτῆς λοξῶς καὶ μετὰ τῆς ἀπλανοῦς περιεγομένην, τὰ δὲ ἄστρα τὰ μὲν ἀπλανῆ καὶ περὶ τὰ ἑαυτῶν κέντρα καὶ εἰς τὸ πρόσω μετὰ τῆς σφαῖρας, τὰ δὲ πλανώμενα καὶ μετὰ τῆς ἀπλανοῦς περιφέρεσθαι, καὶ [μετὰ] τῶν πλανωμένων ἕκαστον ***τῇ ἑαυτοῦ σφαίρᾳ τὴν ἐπ’ ἀνατολάς, καὶ καθ’ αὐτὸ κατὰ πλάτος καὶ βάθος, καὶ περὶ τὰ οἰκεῖα κέντρα· δεῖ γὰρ καὶ ταύτη κινεῖσθαι καὶ τούτων ἕκαστον, σφαιρικὸν ὄν, μιμούμενον τὴν οἰκεῖαν ὁλότητα, καθάπερ τὰ ἀπλανῆ συντέτακται ***,πρὸς τῷ καὶ δι’ οὐρανοῦ πορεύεσθαι παντοίως ἔχον τροπάς, ὡς εἶπεν [39 D] αὐτός. καὶ τούτων ὄντων ἀληθῶν, ὡς ἐνεδειξάμεθ’ ἄ που καὶ πρότερον [p. 64ss 96, 27 ss], οὐδὲ τὰς τῶν ἐπικύκλων ἢ τῶν ἐκκέντρων ὑποθέσεις εἶναι ματαιάς, ἀλλ’ εἰς ἀπλὰς κινήσεις ἀναλῦσαι τὰς ποικίλας, ἵνα εὐλήπτους σχῶμεν δι’ ἐκείνων τὰς τῶν ποικίλων ἀποκαταστάσεις, οὐκ οὖσας ἀφ’ ἑαυτῶν εὐλήπτους, ἀλλ’ ἐκ τῶν ἀπλανῶν μόνως γιγνομένας καταληπτὰς. εὐμήχανον οὖν τὸ εὑρεῖν, τίνες ἀπλαῖ ποιοῦσι τὰς ποικίλας καὶ δι’ ἐκείνων θηρᾶσαι τὰ μέτρα τῶν ποικίλων, καὶ ὁμοιον ὡς εἰ τις τὴν περὶ κύλινδρον ἕλικα μετρησαὶ μὴ δυνάμενος, εἶτα λαβὼν εὐθεῖαν περὶ αὐτὸν κινουμένην καὶ σημείον ἐπὶ τῆς εὐθείας τὰς τούτων κινήσεις μετρῶν ἠύρισκε,