Ancient Greek
3.165.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.165.1-2
Unproofread scanNot analysed yet
πόση τίς ἐστι καὶ ἡ περὶ τὴν ἕλικα κίνησις, ἐν τῷ πόσῳ δὲ χρόνῳ. πρὸς γοῦν τοῦτο βλέπουσι καὶ οἱ ταῖς ἀνειλτούσαις χρώμενοι καὶ οἱ τοῖς ἐπικύκλοις καὶ ἐκκέντροις διὰ τὰς ἀπλᾶς κινήσεις, ἐξ ὧν τὴν ποικίλην ἀνευρίσκουσιν. 5 ἀλλὰ ταῦτα μὲν ἐπιστάσεως ἄξια, καὶ διὰ τοῦτο καὶ πλεονάκινς αὐτὰ τοῖς φιλοθεάμοσιν εἰς ἐπίσκεψιν προτείνω καὶ ἀνεγείρω <ἐ>ν αὐτοῖς καὶ τὰς περὶ τούτων ἀκριβεστέρας κατανοήσεις. τὰς δὲ συνάψεις νοητέον τὰς συνόδους αὐτῶν καὶ τοὺς σχηματισμούς, οὓς ποιοῦνται πρὸς ἀλλήλους, 10 εἴτε τριγωνικῶς εἴτε τετραγωνικῶς εἴτε ἕξαγωνικῶς εἴτε διαμετρικῶς· αὐτὸς γὰρ τὴν σύνοδον μόνην καὶ τὴν κατ’ ἀντικρὺ στάσιν παραλαβὼν ἐν τούτοις ὡς ἐν ἄκροις περιέχει τὰ λοιπὰ πάντα σχήματα. τὰς δὲ ‘ἐπιπροσθήσεις’, καθ’ ἃς ἡμῖν τε καὶ ἀλλήλοις ἐπιπροσθοῦσιν· ὧδε γὰρ μετὰ τόνδε 15 τεταγμένος ἐπίπροσθεν γίνεται τῷ μετ’ αὐτὸν καὶ ἡμῖν δὲ ἐπιπροσθοῦσιν ὑποτρέχοντες ἀλλήλους. τὰς δὲ ‘κατὰ χρόνους αὐτῶν κατακαλύψεις καὶ πάλιν ἐκφάνσεις’ οἰητέον τὰς κρύψεις τὰς ὑπὸ τὸν ἥλιον καὶ τὰς φάσεις, ἃς ἀμφοτέρας μεγάλων τινῶν εἶναι ποιητικὰς καὶ σημαντικὰς λέγουσιν οἱ 20 ταῦτα δεινοί. τὸ δ’ οὖν ταῦτα πάντα λέγειν χωρὶς τούτων, λέγει δὲ τούτων τῶν διόψεως μιμημάτων, ἃ δή ἐστιν ὀργανικά, μάταιός ἐστι πόνος. Μετὰ δὴ τὸ μαθηματικὸν κατίδωμεν φιλοσόφως ἕκαστα τῶν εἰρημένων. οὐκοῦν χορεῖαι μὲν εἰσι τῶν ψυχῶν αἱ 25 περὶ τὸ νοητὸν βακχεῖαι καὶ αἱ περίοδοι καὶ ἀποκαταστάσεις αἱ νοεραί· συνεπόμεναι γὰρ τῷ θειοτέρῳ τῶν ἡγεμόνων καὶ αὗται χορεύουσιν, ὡς φησιν ὁ ἐν Φαίδρῳ [250B 252D] Σωκράτης. παραβολαὶ δὲ αἱ γνώσεις αἱ ἀλλήλων· φανὰ γὰρ πάντα ἐκεῖ, καὶ ὁρῶσιν ἀλλήλας, καὶ οὐκ 30 ἄγνοεῖ ἡ ἑτέρα τὰ τῆς ἄλλης. ἔτι δὲ τὰ ἑαυτῶν εἴδη τοῖς νοητοῖς ἐφαρμόζουσιν ὡς ἴχνη καὶ τύπους τοῖς ἑαυτῶν παραδείγμασιν. αἱ δὲ τῶν κύκλων ἀνακυκλήσεις καὶ <pg>Q D (5)</pg> 1 s τῷ ποσῷ δὲ ll. :τοσῷδε ci s 6 προτείνων ll. :em Kroll 7 ἀνεγείρων ll. :ἀνεγείρω ci s αὐτοὺς ll. 13 ἐπιπροσθήσεις —14 ὧδε om D 18 τὰς φάσεις Q D :ἐκφάνσεις 5 21 δι’ ὄψεων D 25 cf. conu. 218B |αἱ om D 5 nolui καὶ <αἱ>