Ancient Greek
3.167.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.167.1-2
Unproofread scanNot analysed yet
προηγουμένως ἐμνήσθη. θαυμασιωτάτην δὲ εἶναι φησιν ὁ Θεόφραστος ἐν τοῖς κατ’ αὐτὸν χρόνοις τὴν τῶν Χαλδαίων περὶ ταῦτα θεωρίαν, τὰ τε ἄλλα προλέγουσαν καὶ τοὺς βίους ἑκάστων καὶ τοὺς θανάτους, καὶ οὐ τὰ κοινὰ μόνον, οἷον χειμῶνας καὶ εὐδίας, ὥσπερ καὶ τὸν ἄστέρα τοῦ Ἑρμοῦ χειμῶνος μὲν ἐκφανῆ γενόμενον ψύχῃ σημαίνειν, καύματα δὲ θέρους εἰς ἐκείνους ἀναπέμπει· πάντα δ’ οὖν αὐτοὺς καὶ τὰ ἴδια καὶ τὰ κοινὰ προγιγνώσκειν ἀπὸ τῶν οὐρανίων ἐν τῇ Περὶ Σημείων βίβλῳ φησιν ἐκεῖνος.