Ancient Greek
3.167.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.167.2
Unproofread scanNot analysed yet
Ἄλλὰ ταῦτά τε ἰκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν εἰρημένα φύσεως τέλος ἔχετω [40D]. Ἐν καὶ τοῦτο τῆς ἐπιστῆμης ἐστὶν ἔργον, τὸ μέτρον ἐφαρμόζειν τὸ προσῆκον τοῖς λόγοις καὶ τοσοῦτον αὐτοῖς ἐνδιδόναι φερομένοις, ὅποσον εἰς τὴν προκειμένην συντελεῖν δύναται θεωρίαν. τοῦτο δὴ καὶ ὁ Πλάτων ἐν τούτοις ποιεῖ, τέλος ἐπιτιθεὶς τοῖς περὶ τῶν οὐρανίων καὶ τῶν ζώων τῶν ἀστρῶν λόγοις, ὧν ἕνεκα καὶ τὸν περὶ γῆς παρέλαβε λόγον, διότι δὴ καὶ αὕτη χρόνον συναποτελεῖ ταῖς οὐρανίαις περιφοραῖς. ἐνταῦθα δὲ συμπεραίνεται τὰ εἰρημένα· τέλος γὰρ ἔχει αὐτῷ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν, οἷους δὴ τοὺς ἀστρώους φαμέν καὶ ὅλως τοὺς οὐρανίους· ὁρατοὺς Β μὲν αὐτοὺς εἰπών, ὅτι δὴ ἐγκόσμιόι εἰσι καὶ ἔχουσί τι τῶν αἰσθητῶν ἐξημμένον τῆς νοερᾶς αὐτῶν οὐσίας, γεννητοὺς δέ, ὡς καὶ ψυχὴν ἔχοντας, ἣν πρωτίστην ἀποκαλεῖ τῶν γεννητῶν· οὐ γὰρ εἰσι πάν ὅπερ εἰσὶν ὁρατοί, ἀλλ’ ἔστι τι ἐν αὐτοῖς γεννητὸν μέν, ἄορατον δὲ ὅμως. ὅτι δὲ ὁ περὶ γῆς λόγος τῆς τῶν ἄστρων ἕνεκα περὶ αὐτὴν χορείας παρεῖληπται, δεδήλωκεν εὐθὺς μετὰ τὸν περὶ αὐτῆς λόγον ἐπενεγκών· χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων καὶ τὰ τούτοις ἐφεξῆς, δι’ ὧν ἐμφανῶς, οἶμαι, δεδήλωκεν, ὅτι τὸ προκείμενόν ἐστιν αὐτῷ περὶ τῶν οὐρανίων εἰπεῖν θεῶν καὶ τῶν συνεπομένων αὐτοῖς γενῶν, ἃ δὴ ποτὲ μέν