Ancient Greek
3.168.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.168.3
Unproofread scanNot analysed yet
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μείζον ἢ καθ’ ἡμᾶς [40D]. Μέλλων ἐπὶ τὸν περὶ τῶν ὑπὸ σελήνην θεῶν μετιέναι λόγον θαυμαστὸν εἶναι φησιν αὐτὸν καὶ μείζονα ἢ καθ’ ἡμᾶς, ὡς ὑπεραίροντα δήπου τὴν ἡμετέραν ἀκοήν, εἰ μέλλομεν εὑρήσειν τε τὴν γένεσιν αὐτῶν καὶ εἰς ἄλλους ἐξολεῖν· ὁ γὰρ εἶπε περὶ τοῦ δημιουργοῦ πρότερον [28C], ὅτι χαλεπὸν αὐτὸν εὑρεῖν τε καὶ εἰς ἅπαντας λέγειν, τοῦτο δὴ νῦν φησι περὶ τῶν ὑπὸ σελήνην θεῶν, ὅτι καὶ γνῶναι τὴν γένεσιν αὐτῶν καὶ εἰπεῖν μείζον ἢ καθ’ ἡμᾶς.