Ancient Greek
3.168.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.168.5
Unproofread scanNot analysed yet
τί δὴ οὖν αὐτῷ βούλεται τῆς ἐνδείξεως ταύτης ὁ τρόπος; καὶ γὰρ οὕτω πολλοὺς καὶ θαυμαστοὺς λόγους εἰπὼν καὶ περὶ τοῦ παντὸς οὐρανοῦ καὶ περὶ τοῦ νοητοῦ παραδείγματος πῶς μείζονα ἢ καθ’ ἑαυτὸν εἶναι τὸν περὶ τῶν γενεσιουργῶν θεῶν λόγον φησίν; ἢ τάχα μὲν καὶ ἐκεῖνα λέγειν δυνατόν, ὅτι πολλοῖς τῶν φυσιολόγων ἄψυχα καὶ εἰκῇ φερόμενα καὶ ἀπρονόητα ταῦτα εἶναι τὰ στοιχεῖα νενόμιστο· τὰ μὲν γὰρ οὐράνια διὰ τὴν ἐν αὐτοῖς τάξιν νοῦ καὶ θεῶν μετέχειν ὁμολογοῦν, τὴν δὲ γένεσιν ὡς πολυμετάβολον καὶ ἀόριστον καὶ ἀπρονόητον ἀπέλειπον, οἷα δὴ καὶ Ἀριστοτέλης ὑστερὸν ἐδόξασε, ταῖς οὐρανίαις περιφοραῖς μόναις ἐπιστήσας τὰς ἀκινήτους αἰτίας, εἴτε ὀκτὼ εἶεν εἴτε πλείους, ἄψυχα δὲ τὰ στοιχεῖα ταῦτα καταλείπων· ἐν’ οὖν μὴ καὶ ἡμεῖς τοῦτον ἐκείνοις πλάθωμεν, προεξυμνεῖ καὶ προανακηρύσσει τὴν γένεσιν τῶν ὑπὸ σελήνην θεῶν ὡς θεῖαν καὶ νοεράν, οὐδεμιᾶς τοιαύτης ἐνδείξεως ἐπὶ τῶν οὐρανίων δεηθείς.