Ancient Greek
3.176.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.176.1-2
Unproofread scanNot analysed yet
διὸ καὶ τὸ ὡς ἔφασαν προσέθηκεν· αὗται γὰρ ἑαυτὰς ἐκφαίνουσιν ἀφ’ ἧς ἤκουσι τάξεως, ὥσπερ καὶ ἡ Σίβυλλα παρ’ αὐτὴν τὴν ἀποκύησιν χρησμοωδήσασα καὶ ὁ Ἡρακλῆς κατὰ τὴν γένεσιν μετὰ συμβόλων δημιουργικῶν ἐκφανεῖς. αἱ δὲ τοιαῦται ψυχαὶ καὶ ἐπιστρέφουσιν ἐπὶ τοὺς ἑαυτῶν προγόνους καὶ πληροῦνται παρ’ ἐκείνων ἐνθέου νοήσεως, ἡ δὲ γνῶσις αὐτῶν ἐστιν ἐνθουσιαστική, διὰ τοῦ θείου φωτὸς τῷ θεῷ συναπτομένη, πάσης ἄλλης ἐξηρημένη γνώσεως τῆς τε δι’ εἰκόνων καὶ τῆς ἀποδεικτικῆς· ἡ μὲν γὰρ περὶ τὴν φύσιν διατρίβει καὶ τὰ καθ’ ὅλου τὰ ἐν τοῖς καθ’ ἕκαστα, ἡ δὲ περὶ τὴν ἀσώματον οὐσίαν καὶ τὰ ἐπιστητά· μόνη δὲ ἡ ἐνθεος γνῶσις αὐτοῖς συνάπτεται τοῖς θεοῖς. Ἄλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἐπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἔχετω τε καὶ λεγέσθω [40E].