Ancient Greek
3.176.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.176.2
Unproofread scanNot analysed yet
Πολλὰ ἂν τις ἀπὸ τούτων λάβοι τῶν τοῦ Πλάτωνος ῥημάτων σκοπῶν ἀκριβῶς, οἷον τὸ τὴν ἐνθεον γνῶσιν δι’ οἰκειότητος ἐπιτελεῖσθαι τῆς πρὸς τοὺς θεούς (καὶ γὰρ ἥλιος ὁρᾶται διὰ τοῦ ἡλιοειδοῦς φωτὸς καὶ τὸ θεῖον ἐκφαίνεται διὰ τῆς θείας ἐλλάμψεως)· τὸ τὸν θεῖον νόμον διορίζει τὰς θείας τάξεις, ὧν ἐκφαίνουσιν αἱ ἐνθεαστικαὶ τῶν παλαιῶν νοήσεις, καθ’ ὃν καὶ ψυχαὶ ἐνεργοῦσαι καὶ μὴ ἐνθουσιάζουσαι πείθονται ταῖς ἐνθουσιάζουσαις. τούτῳ δὲ τῷ νόμῳ πειθόμενος καὶ ἐν προοιμίοις [27C] εἶπε θεοὺς καὶ θεὰς παρακαλέσειν τὸ κατὰ τὰς πρωτίστας καὶ νοερὰς ἀρχὰς πάσας διακεκοσμησθαι τὰς βασιλείας τὰς τε ἐν οὐρανῷ καὶ τὰς ὑπὸ σελήνην καὶ εἶναι πανταχοῦ πάσας κατὰ τὸ ἀνὰ λόγον, τὴν δὲ τάξιν τῶν πραγμάτων προηγεῖσθαι τῶν ἡμετέρων νοήσεων· τὸ [ἦ] γοῦν ἔχετω πρὸ τοῦ λεγέσθω ταχθὲν ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς