Ancient Greek
3.187.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.187.2
Unproofread scanNot analysed yet
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθύς F ἐγενέσθην [40 E]. “Ὡσπερ ὁ σύμπας οὕτος κόσμος πολὺς καὶ ποικίλος ὢν, ἅτε δὴ τὴν νοερὰν τάξιν τῶν εἰδῶν ἀπεικονισάμενος, ἔχει δύο ταύτας <τὰς> ἀκρότητας ἐν ἑαυτῷ, γῆν καὶ οὐρανόν, τὸν μὲν ἐν πατρὸς ὄντα μοίρα, τὴν δὲ ἐν μητρός (διὰ γὰρ τοῦτο καὶ πρεσβυτάτην εἶπεν [40 C] εἶναι τὴν γῆν τῶν ἐντὸς οὐρανοῦ θεῶν, ἵνα ἐπομένως λέγῃ μητέρα τὴν γῆν ὧν ἐστιν ὁ οὐρανὸς πατήρ, ἅμα κἀκεῖνο δηλῶν, ὅτι τὰ μερικὰ αἴτια οὐ μόνον ἐστὶ καταδεέστερα τῶν γεννημάτων, ὡς ἡ Πενία τοῦ Ἔρωτος, ἀλλὰ καὶ κρείττονα γεννῶντα, ὡς ὑποδεχόμενα μόνον τὰ γεννώμενα προϊόντα ἀπὸ τῶν πατέρων· δύο δ’ οὖν αὐταὶ καὶ ἐν τῷ κόσμῳ νοεῖσθωσαν <αἱ> ἀκρότητες, ὁ οὐρανὸς ὡς πατὴρ καὶ ἡ γῆ μήτηρ οὖσα τῶν κοινῶν