Ancient Greek
3.187.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.187.4
Unproofread scanNot analysed yet
4 ἔσται ci s 8 λέξεις D 11 s ἐναερίως Q :ἀερίως D ς αὐτῆς γεννημάτων· καὶ γὰρ τὰ ἄλλα πάντα εἰς ταῦτα τελεῖ, τὰ μὲν τὸν οὐράνιον ἀριθμὸν συμπληροῦντα, τὰ δὲ τὴν ὁλότητα τῆς γῆς), τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ἑκάστῳ τῶν τοῦ κόσμου στοιχείων τὰς δύο ταύτας ἀρχὰς ὑποθετέον, γῆν καὶ οὐρανόν, ἀερίως μὲν ἐν ἀέρι, ἐνυδρίως δὲ ἐν ὕδατι, χθονίως δὲ ἐν γῇ, καὶ κατὰ πάντας τοὺς εἰρημένους τρόπους, ἵνα καὶ ἕκαστον ἢ κόσμος τέλειος ἐκ τῶν ἀνὰ λόγον ἀρχῶν διακεκοσμημένον· ὅπου γὰρ καὶ ὁ ἄνθρωπος λέγεται μικρὸς εἶναι κόσμος, πῶς οὐ πολλῷ πρότερον δεῖ τῶν στοιχείων ἕκαστον οἰκείως ἔχειν ἑαυτῷ πάντα ὅσαπερ ὁ ὅλος κόσμος ὁλικῶς; διὸ μοι δοκεῖ προσεχῶς μετὰ τὸν περὶ οὐρανοῦ καὶ γῆς λόγον παραδοῦναι τὴν περὶ τῶν θεῶν τού-