Ancient Greek
3.188.4 to 3.189.26
Proclus Phil., In Platonis Timaeum Commentaria 3.188.4-3.189.26
Unproofread scanNot analysed yet
14 ἀνὰ λόγον om D πρόοδον —25 εἶναι om D ἰδιότητι Q 13 ἀπὸ γῆς —23 ἄνθ[ρωπος] :24 τῶν Q :ων σῶζο[ντα τῆς οἰκεί]ας σειρᾶς τὴν συν . . . ν τῇ διακοσμῆ- σει [τοῦ παντός]; ἀλλὰ τοῦτο μὲν παραμυθίας ὅλως τινὸς ἀξιοῦν περιέργον εἰθισμένους τὰ αὐτὰ πανταχοῦ κατὰ τὸ ἀνὰ λόγον θεωρεῖν, ἐν νοητοῖς, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις, ἐν οὐρανῷ, ἐν τῇ γενέσει, κατὰ τὴν οἰκεῖαν ἕκαστον τάξιν. περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων ἀποδοτέον τοὺς ἡμῖν δοκοῦντας λόγους. οἶδα μὲν γάρ, ὅτι τῶν ἐξηγητῶν οἱ μὲν τὴν στερεὰν ταύτην ἠκούσαν εἶναι [τὴν] γῆν, οἱ δὲ τὴν ἐν ὕλης τάξει προϋποτεθεῖσαν τοῖς γιγνομένοις, οἱ δὲ τὴν νοητὴν ὕλην, οἱ δὲ τοῦ νοῦ δύναμιν, οἱ δὲ ζωήν, οἱ δὲ ἀσώματον εἶδος τῆς γῆς ἀχώριστον, οἱ δὲ ψυχὴν αὐτὴν ὑποτίθενται, οἱ δὲ νοῦν, καὶ οὐρανὸν ὡσαύτως οἱ μὲν τὸν φαινόμενον, οἱ δὲ κίνησιν τὴν περὶ τὸ μέσον, οἱ δὲ δύνα- μιν τὴν μετὰ κινήσεως ἐμμελῶς προϊούσαν, οἱ δὲ τὸν ἔχοντα νοῦν, οἱ δὲ τὸν καθαρὸν καὶ χωριστὸν νοῦν, οἱ δὲ φύσιν τῆς περιφορᾶς, οἱ δὲ ψυχὴν, οἱ δὲ νοῦν. οἶδά γε μήν, ὅτι καὶ ὁ θεῖος Ἰάμβλιχος γῆν μὲν ἀκούει τὴν τὸ μόνη- μον πᾶν καὶ σταθερὸν κατὰ τε οὐσίαν τῶν ἐγκοσμίων θεῶν καὶ κατ’ ἐνέργειαν καὶ κατὰ τὴν αἰδίον περιφορὰν καὶ δυνά- μεις κρείττονας καὶ ζωὰς ὅλας περιέχουσαν, οὐρανὸν δὲ τὴν προϊούσαν ἀπὸ τοῦ δημιουργοῦ δημιουργικὴν ἐνέργειαν ὅλην καὶ τελείαν καὶ πλήρη τῆς οἰκείας δυνάμεως καὶ περὶ τὸν δημιουργὸν ὑπάρχουσαν, ὡς ὅρον ἑαυτῆς οὖσαν καὶ τῶν ὅλων. οἶδα δέ, ὅπως καὶ ὁ θαυμαστὸς Θεόδωρος ἐν τῇ πρώτῃ κατὰ σχέσιν ζωῇ ταύτας ἀμφοτέρας τὰς δυνάμεις ὑφίστησιν· ἐν γὰρ τῇ κατὰ σχέσιν ζωῇ τῆς τοῦ κόσμου ψυχῆς, δι’ ἧς εἰς ἑαυτὴν κατελθοῦσα πάλιν εἰς τὴν πηγαίαν