Ancient Greek
3.188.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.188.2
Unproofread scanNot analysed yet
B τῶν θεωρίαν, ἀπὸ γῆς καὶ οὐρανοῦ τὴν ἀρχὴν ποιούμενος· ἐκείνοις γὰρ ἀνὰ λόγον καὶ οὗτοι προεληλύθασιν. ἀλλ’ ἐκεῖνοι μὲν ὁλικῶς αἴτιοι πάντων τῶν νῦν παραγομένων, οἱ δὲ ἐκείνοις ἀνὰ λόγον τῷ ὅλῳ οὐρανῷ καὶ τῇ ὅλῃ γῇ καὶ ἑκάστῳ πάντως εἰσὶ τῶν στοιχείων κατὰ τὴν αὐτοῦ τάξιν, οἷον, ὡς εἴπομεν, ἀερίως ἢ ἐνυδρίως ἢ χθονίως· ἔστι γὰρ καὶ ἐν γῇ οὐρανὸς καὶ ἐν οὐρανῷ γῆ, καὶ ἐνταῦθα μὲν ὁ οὐρανὸς χθονίως, ἐκεῖ δὲ οὐρανίως ἢ γῆ (καὶ γὰρ οὐρανίαν [καὶ] <γῆν> τὴν σελήνην Ὀρφεὺς [frg. 81] προσηγόρευσε, καὶ οὐ δεῖ πρὸς ταῦτα θαυμάζειν, καὶ πῶς ὁ οὐρανὸς ἐν γῇ· πῶς γὰρ ἄνθ[ρωπος ἐν γ]ῇ, πῶς δὲ ἵππος, πῶς δὲ [ἕκαστον] τῶν νοητῶν εἴδῶν α . . . πρόοδον εὐτάκτον; τί ο[ὖν θαυμαστὸν] καὶ οὐρανὸν εἶναι [ἐν γῇ . . .] ἰδιότητα