Ancient Greek
3.201.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.201.5
Unproofread scanNot analysed yet
οὐ μὲν γὰρ ὁ Ποσειδῶν, οὐ δὲ ἡ Ἥρα προηγέχατο τὸ Ζεῦ πάτερ. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ Ὠκεανὸς καὶ Τηθύς καὶ ἀδελφοὶ λέγοιντο Κρόνου καὶ Ῥέας καὶ πατέρες, ὡς ἐν ἀδελφοῖς σῴζοντες τὸ πατρικόν. πρῶτον μὲν οὖν οὕτωσί λυτέον τὴν ἀπορίαν. ἐπεὶδ’ ὅτι τῶν δύο Τιτανικῶν ἑβδομάδων ὁ μὲν Ὠκεανὸς πρόεισι καὶ μένει ἑαυτὸν ἐνώσας τῷ πατρὶ καὶ οὐκ ἀφίσταται τῆς ἐκείνου βασιλείας, οἱ δὲ ἄλλοι προόδῳ χαίροντες τῆς μὲν Γῆς τὴν βούλησιν ἀποπληροῦν λέγονται, τῷ πατρὶ δὲ ἐπιβουλεύειν διαιροῦντες ἑαυτοὺς ἀπὸ τῆς ἐκείνου βασιλείας εἰς ἑτέραν διακόσμησιν.