Ancient Greek
3.201.6 to 3.202.19
Proclus Phil., In Platonis Timaeum Commentaria 3.201.6-3.202.19
Unproofread scanNot analysed yet
μᾶλλον δὲ πάντων τῶν οὐρανίων γενῶν τὰ μὲν μένει μόνον ἐν ταῖς ἀρχαῖς, ὥσπερ αἱ δύο πρῶται τριάδες (ὡς γὰρ ἐνόησε, φησίν, αὐτοὺς ὁ Οὐρανὸς ἀμέλιχον ἥτορ ἔχοντας καὶ φύσιν ἐκνομίην, ὤψε βαθὺν γαίης ἐς Τάρταρον· κρύπτονται οὖν ἐν ἀφανεῖ δι’ ὑπεροχὴν δυνάμεως), τὰ δὲ καὶ μένει καὶ πρόεισιν, ὥσπερ ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς· 296 τῶν γὰρ ἄλλων Τιτάνων εἰς τὴν κατὰ τοῦ πατρὸς ἐπιβουλήν ἑμμένων ὁ Ὠκεανὸς ἀπαγορεύει τε πρὸς τὰς τῆς μητρὸς ἐπιτάξεις καὶ ἐνδοιάζει περὶ τῆς πράξεως· ἔνθ’ αὐτ’ Ὠκεανὸς μὲν ἐνὶ μεγάροισιν ἔμινεν δρμαίνων, ποτέρωσε νόον τράποι, ἢ πατέρα ὧν 2 αὐτῶν ll. 10 τὸ om D 15 μένει καὶ πρόεισιν D 5 γυν<ι>ώση τε βίης καὶ ἀτάσθαλα λωβήσαιτο σὺν Κρόνῳ ἢ δ’ ἄλλοισιν ἀδελφοῖς, οὗ πεπίθοντο μητρὶ φίλῃ, ἢ τοὺς γε λιπὼν μένοι ἐνδον ἐκῆλος. πολλὰ δὲ πορφύρων μένεν ἡμενος ἐν μεγάροισι, σκυζόμενος ἢ μητρί, κασιγνήτοισι δὲ μᾶλλον. μένει οὖν οὗτος ἅμα καὶ πρόεισι μετὰ τῆς Τηθῦος· συν- έξευκται γὰρ αὐτῷ κατὰ τὴν πρώτην ἀπογέννησιν. οἱ δὲ ἄλλοι Τιτᾶνες εἰς διάκρισιν ἐπείγονται καὶ πρόοδον, ἡγεῖται δὲ αὐτῶν ὁ μέγιστος Κρόνος, ὡς φησιν ὁ θεολόγος. καί- τοι γε ὅτι ὁ Κρόνος ὑπέρτερός ἐστι τοῦ Ὠκεανοῦ, δεδήλωκεν ὁ θεολόγος πάλιν λέγων τὸν μὲν Κρόνον αὐτὸν καταλαμβά- νειν τὸν οὐράνιον Ὄλυμπον κἀκεῖ θρονισθέντα βασιλεύειν τῶν Τιτάνων, τὸν δὲ Ὠκεανὸν τὴν λῆξιν ἅπασαν τὴν μέ- σην· ναίειν γὰρ αὐτὸν ἐν τοῖς θεσπεσίοις ῥείθροις τοῖς μετὰ τὸν Ὄλυμπον καὶ τὸν ἐκεῖ περιέπειν Οὐρανόν, ἀλλ’ οὐ τὸν ἀκρότατον, ὡς δὲ φησιν ὁ μῦθος, τὸν ἐκπεσόντα τοῦ Ὀλύμπου καὶ ἐκεῖ τεταγμένον. τούτων δ’ οὖν οὕτως ἔχοντων ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς καθ’ ὅσον μένουσι καὶ ἥνυονται πρὸς τὸν Οὐρανὸν συμπαραάγουσιν αὐτῷ τὴν τῶν προιόντων βασιλείαν, Κρόνον τε καὶ Ῥέας, καὶ καθ’ ὅσον <ἐν>ίδρυνται τῇ μονίμῳ δυνάμει τῆς μητρός, κατὰ τοσοῦτον τὸν Φόρκυν